§1## ΠΕΡΙ ΕΥΣΧΗΜΟΣΥΝΗΣ.
1. Οὐκ ἀλόγως οἱ προβαλλόμενοι τὴν σοφίην πρὸς πολλὰ εἶναι χρησίμην, ταύτην δὴ τὴν ἐν τῷ βίῳ.
■ 品行について 1. 知恵、とりわけ生活におけるそれが、多くのことにおいて有用であると主張する人々は、理にかなっていないわけではない。
Αἱ γὰρ πολλαὶ πρὸς περιεργίην φαίνονται γεγενημέναι·
というのも、多くの知恵は余計な詮索のために生じているように見えるからである。
λέγω δὲ, αὗται αἱ μηδὲν ἐς χρέος τῶν πρὸς ἃ διαλέγονται·
すなわち、自分が議論している対象に対して何ら役立たないそれらの知恵のことである。
ληφθείη δ’ ἂν τουτέων μέρεα ἐς ἐκεῖνο, ὅτι ὅπη οὐκ ἀργίη, οὐδὲ μὴν κακίη·
しかし、それらの一部は次の目的のために取り入れられるかもしれない。 すなわち、怠惰のないところには、決して悪徳もないということである。
τὸ γὰρ σχολάζον καὶ ἄπρηκτον ζητέει ἐς κακίην καὶ ἀφέλκεσθαι· τὸ δ’ ἐγρηγορὸς καὶ πρός τι τὴν διάνοιαν ἐντετακὸς ἐφειλκύσατό τι τῶν πρὸς καλλονὴν βίου τεινόντων.
なぜなら、怠惰で活動のないものは悪徳を求め、そちらに引きずられるが、目覚めていて何かに精神を集中させているものは、生活の美へと向かうもののいくらかを自らに引き寄せるからである。
Ἐῶ δὲ τουτέων τὰς μηδὲν ἐς χρέος πιπτούσας διαλέξιας·
私は、これらのうち何ら有用性に結びつかない議論は不問に付す。
χαριεστέρη γὰρ ἡ πρὸς ἕτερον μέν τι ἐς τέχνην πεποιημένη, τέχνην δὲ τὴν πρὸς εὐσχημοσύνην καὶ δόξαν.
というのも、他方で何か別の技術に向けて作られ、しかも品行と名声へと向かう技術に向けられた議論のほうが、より優美だからである。
§22. Πᾶσαι γὰρ αἱ μὴ μετ’ αἰσχροκερδείης καὶ ἀσχημοσύνης καλαὶ, ᾗσι μέθοδός τις ἐοῦσα τεχνικὴ ἐργάζεται·
2. なぜなら、いやしい利得や見苦しさを伴わず、そこにある種の技術的な方法が働いているようなものは、すべて美しいからである。
ἀλλ’ εἴ γε μὴ, μὴ πρὸς ἀναιτίην δημευτέαι.
だが、もしそうでなければ、理由もなく公に非難されるべきではない。
Νέοι τε γὰρ αὐτέοισιν ἐμπίπτουσιν· ἀκμάζοντες δὲ δι’ ἐντροπίην ἱδρῶτας τίθενται βλέποντες·
若い人々もそれらに陥るし、働き盛りの者たちも当惑から、それを見て汗を流す。
πρεσβῦται δὲ διὰ πικρίην νομοθεσίην τίθενται ἀναίρεσιν ἐκ τῶν πόλεων.
また、老人たちは苦々しさから、それらを都市から追放する立法を行う。
Καὶ γὰρ ἀγορὴν ἐργαζόμενοι, οὔτοι μετὰ βαναυσίης ἀπατέοντες, καὶ ἐν πόλεσιν ἀνακυκλέοντες οἱ αὐτοί.
実際、市場で活動する者たちも、野卑なやり方で欺くことなく、都市の中を巡り歩く者たちと同じ人々である。
Ἴδοι δέ τις ἂν καὶ ἐπ’ ἐσθῆτος καὶ ἐν τῇσιν ἄλλῃσι περιγραφῇσι·
衣服やその他の外観においても、これを見るだろう。
κἢν γὰρ ἔωσιν ὑπερηφανέως κεκοσμημένοι, πουλὺ μᾶλλον φευκτέοι καὶ μισητέοι τοῖσι θεωμένοισίν εἰσιν.
たとえ彼らが高慢に装飾されていても、それを見る人々からすれば、はるかに避けられるべきであり、嫌悪されるべきである。
§33. Τὴν δὲ ἐναντίην χρὴ ὧδε σκοπέειν·
3. これとは反対のあり方は、次のように観察されねばならない。
οἷς οὐ διδακτὴ κατασκευὴ, οὐδὲ περιεργίη·
すなわち、彼らにとっては人工的な備えも、余計な詮索もない。
ἔκ τε γὰρ περιβολῆς καὶ τῆς ἐν ταύτῃ εὐσχημοσύνης καὶ ἀφελείης, οὐ πρὸς περιεργίην πεφυκυίης, ἀλλὰ μᾶλλον πρὸς εὐδοξίην, τό τε σύννουν, καὶ τὸ ἐν νῷ πρὸς ἑωυτοὺς διακεῖσθαι, πρός τε τὴν πορείην.
衣服と、その中にある品行および純朴さ(これは余計な詮索のためではなく、むしろ良き名声のために生まれている)から、思慮深さと、自らに対する内面的な心の備え、そして歩き方における品行が生じるからである。
Οἷοι ἕκαστοι σχήματι, τοιοῦτοι·
彼らは、外観がそうである通りの人物である。
ἀδιάχυτοι, ἀπερίεργοι, πικροὶ πρὸς τὰς συναντήσιας, εὔθετοι πρὸς τὰς ἀποκρίσιας, χαλεποὶ πρὸς τὰς ἀντιπτώσιας, πρὸς τὰς ὁμοιότητας εὔστοχοι καὶ ὁμιλητικοὶ, εὔκρητοι πρὸς ἅπαντας, πρὸς τὰς ἀναστάσιας σιγητικοὶ, πρὸς τὰς ἀποσιγήσιας ἐνθυμηματικοὶ καὶ καρτερικοὶ, πρὸς τὸν καιρὸν εὔθετοι καὶ λημματικοὶ, πρὸς τὰς τροφὰς εὔχρηστοι καὶ αὐτάρκεες, ὑπομονητικοὶ πρὸς καιροῦ τὴν ὑπομονὴν, πρὸς λόγους ἀνυστοὺς πᾶν τὸ ὑποδειχθὲν ἐκφέροντες, εὐεπίῃ χρώμενοι, χάριτι διατιθέμενοι, δόξῃ τῇ ἐκ τουτέων διισχυριζόμενοι, ἐς ἀληθείην πρὸς τὸ ὑποδειχθὲν ἀποτερματιζόμενοι.
すなわち、とり乱さず、過度な飾り気がなく、人との出会いにおいては厳格であり、受け答えにおいては如才なく、逆境においては屈強であり、共通性に対しては機敏で社交的であり、すべての人に対して穏やかであり、騒動においては沈黙を守り、沈黙のときには深く考え忍耐強く、機会に対しては適切で機転が利き、食事に対しては節度があり自足しており、時節が求める忍耐に対しては我慢強く、効果的な議論のためには示されたすべてのことを公にし、美しい言葉を用い、優雅に振る舞い、これらから得られる名声によって確固たる地位を築き、示された対象に則して真理へと到達する。
§44. Ἡγεμονικωτατον μὲν οὖν τουτέων ἁπάντων τῶν προειρημένων ἡ φύσις·
4. したがって、これら前述のすべてのことの中で、最も主導的なのは本性である。
καὶ γὰρ οἱ ἐν τέχναισιν, ἢν προσῇ αὐτέοισι τοῦτο, διὰ πάντων τουτέων πεπόρευνται τῶν προειρημένων.
なぜなら、技術に携わる人々も、もし彼らにこれが備わっていれば、前述のこれらすべてを通り抜けてきているからである。
Ἀδίδακτον γὰρ τὸ χρέος ἔν τε τῇ σοφίῃ καὶ ἐν τῇ τέχνῃ·
なぜなら、知恵においても技術においても、その有用性は教えられないものだからである。
πρόσθε μὲν ἢ διδαχθῇ, ἐς τὸ ἀρχὴν λαβεῖν ἡ φύσις κατεῤῥύη καὶ κέχυται, ἡ δὲ σοφίη ἐς τὸ εἰδῆσαι τὰ ἀπ’ αὐτέης τῆς φύσιος ποιεύμενα.
教えられる前に、始まりを得るために、本性が流れ下り、注ぎ込まれているのであり、知恵とはその本性自体によってなされることを知るためのものである。
Καὶ γὰρ ἐν ἀμφοτέροισι τοῖσι λόγοισι πολλοὶ κρατηθέντες οὐδαμῆ συναμφοτέροισιν ἐχρήσαντο τοῖσι πρήγμασιν ἐς δεῖξιν·
実際、両方の議論において、多くの者が打ち負かされ、論証のためにこれら両方の事柄をともに用いることが全くできなかった。
ἐπὴν οὖν τις αὐτέων ἐξετάζῃ τι πρὸς ἀληθείην τῶν ἐν ῥήσει τιθεμένων, οὐδαμῆ τὰ πρὸς φύσιν αὐτέοισι χωρήσει.
それゆえ、彼らのうちの誰かが、言葉の中に置かれた事柄の何かを真実に照らして吟味するとしても、本性に適った事柄は彼らににとって決してうまくいかないだろう。
Εὑρίσκονται γοῦν οὗτοι παραπλησίην ὁδὸν ἐκείνοισι πεπορευμένοι.
いずれにせよ、彼らはそれらと似たような道を歩んできたことが知れる。
Διόπερ ἀπογυμνούμενοι τὴν πᾶσαν ἀμφιέννυνται κακίην καὶ ἀτιμίην.
それゆえ、彼らはすべてを剥ぎ取られて、あらゆる悪徳と不名誉を身にまとうことになる。
Καλὸν γὰρ ἐκ τοῦ διδαχθέντος ἔργου λόγος·
教えられた実践から生じる言葉は美しい。
πᾶν γὰρ τὸ ποιηθὲν τεχνικῶς ἐκ λόγου ἀνηνέχθη·
なぜなら、技術的に作られたすべてのものは、言葉に帰せられるからである。
τὸ δὲ ῥηθὲν τεχνικῶς, μὴ ποιηθὲν δὲ, μεθόδου ἀτέχνου δεικτικὸν ἐγενήθη·
しかし、技術的に語られながらも、実践されないものは、技術を伴わない方法を示すものとなる。
τὸ γὰρ οἴεσθαι μὲν, μὴ πρήσσειν δὲ, ἀμαθίης καὶ ἀτεχνίης σημεῖόν ἐστιν·
なぜなら、思っているだけで実践しないことは、無知と技術の欠如の兆候だからである。
οἴησις γὰρ μάλιστα ἐν ἰητρικῇ αἰτίην μὲν τοῖσι κεχρημένοισιν, ὄλεθρον δὲ τοῖσι χρεομένοισιν ἐπιφέρει·
とりわけ医学において、思い込みはそれを用いる医師に非難を、それを被る患者に破滅をもたらす。
καὶ γὰρ ἢν ἑωυτοὺς ἐν λόγοισι πείσαντες οἰηθῶσιν εἰδέναι ἔργον τὸ ἐκ μαθήσιος, καθάπερ χρυσὸς φαῦλος ἐν πυρὶ κριθεὶς τοιούτους αὐτοὺς ἀπέδειξεν.
実際、彼らが言葉によって自分自身を納得させ、学習から得られる実践を知っていると思い込むなら、あたかも粗悪な金が火で試されるときに、火が彼らをそのような者であると明らかにするのと同じである。
Καίτοι γε τοιαύτη ἡ πρόῤῥησις ἀπαρηγόρητος.
しかしながら、そのような予言は慰めようがない。
ᾟ σύνεσις ὁμογενής ἐστιν, εὐθὺ τὸ πέρας ἐδήλωσε γνῶσις·
理解が生まれつき備わっている者には、知識が直ちにその結末を明らかにした。
τῶν δ’ ὁ χρόνος τὴν τέχνην εὐοδέα κατέστησεν, ἢ τοῖσιν ἐς τὴν παραπλησίην οἶμον ἐμπίπτουσι τὰς ἀφορμὰς δήλους ἐποίησε.
また他の人々にとっては、時間がその技術を順調なものとし、あるいは、似たような道に陥る者たちに対して、その手段を明らかにした。