Humanitext Reader

ヒポクラテス · 骨の自然性について §5-8

大動脈からの主要な血管の分岐と走向

2 / 7 箇所 · ギリシア語

要旨

心臓や大動脈、肝臓等から各臓器や肋骨へと至る血管・血流管の分岐や走行、および眼や乳房から生殖器や対角線上の四肢へと交差して伸びる太い血管の経路を記述する。

§55. Αἱ περὶ τὰς πλευρὰς κατατείνουσαι κάτωθέν εἰσιν ἑκάστης τῶν πλευρέων, οὐ πρὸς κεφαλῆς, κατωτέρω δὲ καὶ ἀπὸ ἀρτηρίης.
5. 肋骨に沿って伸びる血管は、各肋骨の下側にあり、頭の側ではなく、より下にあって、大動脈から出ている。
Ἀρτηρίη μὲν οὖν εἶθ’ ὑποῤῥεύσασα διαδιδοῖ τῇσι πλευρῇσι·
したがって、大動脈は下へと流れ、肋骨に分配する。
ἀπὸ δὲ τῆς παχείης ἀπὸ καρδίης παλινδρομέει μία ἐς τὰ ἀριστερὰ ἐγκεκλιμένη, Ἔπειτα ἡ μὲν διὰ μέσων σπονδύλων μέχρις ἄκρων πλευρέων πορεύεται, πλευρῇσιν οὐκ ἐξ ἴσου διαδιδοῦσα τῇσι δεξιῇσι [καὶ] τῇσιν ἀριστερῇσι διασχίδας·
心臓からの太い血管から、一本が左へと傾いて逆戻りする。 その後、一方は中間の椎骨を通って肋骨の端まで進み、右と左の肋骨に不均等に枝を分配する。
ἄλλη ἴσας μὲν, ἀνωτέρωθεν δὲ ἐν τοῖσι δεξιοῖσιν ἀποσχίζεται.
他方は等しく分配するが、より上方で右側から分岐する。
§66. Παρὰ δὲ κληβδος ἑκατέρης τῶν φλεβῶν δύο μὲν ἄνω, δύο δὲ ὑπὸ τὸ στῆθος, αἱ μὲν ἐς δεξιὰ, αἱ δὲ ἐς ἀριστερὰ ἀπεσχίσθησαν ἀποσχίδες, πρὸς αὐχένος μὲν μᾶλλον αὗται·
6. 各々の鎖骨の傍らで、血管から二本は上へ、二本は胸の下へと、あるものは右へ、あるものは左へと、枝が分岐する。 これらはむしろ首の側にある。
δύο δὲ πρὸς καρδίην μᾶλλον, αἱ μὲν ἐπὶ δεξιὰ, αἱ δὲ ἐπ’ ἀριστερά· ἀφ’ ἑκατέρης παρὰ τὰς πλευράς·
また二本はむしろ心臓の側にあり、あるものは右へ、あるものは左へと、それぞれから肋骨に沿って伸びる。
καὶ ἀπ’ αὐτέων ὥσπερ αἱ κάτω ἐσχίζοντο, μέχρις ὅτου ξυνέμιξαν τῇ κάτω παλινδρομησάσῃ ἀπὸ καρδίης.
そしてこれらから、下方の血管が分岐していたように、心臓から逆戻りした下方の血管と合流するまで伸びる。
§77. Ἡ δὲ αἱμόῤῥους ἀπὸ τῆς ἀρτηρίης ταύτης διὰ τοῦτο ἐσχίσθη, ὅτι μετέωρος ἐνταῦθά ἐστι διὰ καρδίης πορευομένη.
7. この大動脈から「血流管」が分岐したのは、それが心臓を通って進む際にここで高く持ち上がっているからである。
Τὰ δὲ κάτω πλευρέων, ἡ αἱμόῤῥους ἡ παχείη καλεομένη φλὲψ τοῖσι σφονδύλοισιν αὖθις ἐφ’ ἑωυτῆς διαδιδοϊ, καὶ ἐνταῦθα προσέχεται, καὶ οὐκ ἔτι κρέμαται ὥσπερ ἄνω δι’ ἥπατος ἰοῦσα.
肋骨の下方では、「太い血流管」と呼ばれる血管が椎骨のところで再びそれ自体に分配し、そこで密着しており、上方の肝臓を通って進むときのように、もはや宙に吊り下がってはいない。
Ἔστι δὲ κατὰ μὲν ὀσφὺν ἄνω ἡ ἀρτηρίη, ὑποκάτω δὲ ἡ αἱμόῤῥους ἡ ἀπὸ τοῦ ἥπατος διὰ φρενῶν ἐλθοῦσα μετέωρος, παρὰ τὰ ἐπὶ δεξιὰ τῆς καρδίης φέρεται ἄχρι κληΐδων, ἁπλῆ, πλὴν ὅσον αὐτῇ τῇ καρδίῃ κοινωνέει.
腰のところでは、上方に大動脈があり、下方に肝臓から横隔膜を通って来た宙に浮いた血流管があり、それは心臓の右側に沿って鎖骨まで、心臓自体と連絡している点を除けば、一本のままで進む。
Τὰ μὲν κατ’ αὐτὴν σχιζόμενα ἐπιπολαιότερα, τὰ δὲ τὴν κοιλίην τῆς καρδίης διέχοντα, ἔπειτα ἀπὸ τῆς καρδίης τὸ ἐπ’ ἀριστερὰ κάθηται ἁπλῆ πρὸς ῥάχιν, ἣ παλινδρομέει ἐς μὲν τὸ ἄνω τοῦ σώματος ἄχρι τῶν ἀνωτάτω πλευρέων·
心臓自体のところで分岐するものはより表層にあり、心臓の空洞を貫くものは、その後、心臓から左側の部分が脊椎に向かって一本のまま位置し、それは体の上部、最上部の肋骨まで逆戻りする。
καὶ ἀποσχίδας ἀφ’ ἑαυτῆς ἔχει παρ’ ἑκάστην πλευρὴν παρατεταμένας κατὰ φύσιν ἄχρι στήθεος συνοκωχῆς καὶ ἐπ’ ἀριστερὰ καὶ ἐπὶ δεξιά·
そしてそれは、それ自体から各肋骨に沿って、胸骨の接合部まで、左側にも右側にも自然に従って伸びる枝を有している。
καὶ τὸ ἰθὺ αὐτέης πρὸς σφονδύλων μᾶλλόν ἐστιν ἢ ὁ τῆς ἀρτηρίης τόνος καὶ ὁ τῆς ἀπὸ τοῦ ἥπατος φλεβός.
そしてそれの直進する部分は、大動脈の緊張した管や肝臓からの血管のそれよりも、より椎骨の側にある。
Πρὸς δὲ τὸ κάτω μέρος τῆς καρδίης ὁ μὲν ἰθὺς τόνος ἀπ’ αὐτέης πρὸς σφονδύλων μᾶλλόν ἐστιν ἢ ὁ τῆς ἀρτηρίης, ὁ δεύτερος ὁ παρὰ καρδίην, καὶ ἐς τὰ κάτω μέρη φρενῶν ἐτράπετο, τὰ πρὸς ῥάχιος ἠρτημένα·
心臓の下部に対しては、それからの直進する緊張した管は、大動脈のそれ、すなわち心臓の傍らの第二のそれよりも、より椎骨の側にあり、横隔膜の下部、すなわち脊椎に懸垂している部分へと向かった。
ἐντεῦθεν δὲ ἀπόσχιδες ἐς ἰθὺ ἕκασται ἐπιφέρονται, δι’ ὀστέων καὶ σαρκῶν περαιωθεῖσαι ἀλλήλαις.
そこから、それぞれの枝が直進して差し向けられ、骨と筋肉を貫いて互いに達している。
§88. Αἱ φλέβες δὲ αἱ παχεῖαι ὧδε πεφύκασιν·
8. 太い血管は次のように生じている。
ἐκ τοῦ ὀφθαλμοῦ παρὰ τὴν ὀφρὺν, διὰ τοῦ νώτου παρὰ τὸν πλεύμονα ὑπὸ τοῦ στήθεος·
眼から眉の傍らを通り、背中を通って、肺の傍らを通り、胸の下へと。
ἡ μὲν ἐκ τοῦ δεξιοῦ ἐς τὸ ἀριστερὸν, ἡ δὲ ἐκ τοῦ ἀριστεροῦ ἐς τὸ δεξιόν.
一方は右から左へ、他方は左から右へと進む。
Ἡ μὲν οὖν ἐκ τοῦ ἀριστεροῦ διὰ τοῦ ἥπατος ἐς τὸν νεφρὸν καὶ τὸν ὄρχιν, ἡ δὲ ἐκ τοῦ δεξιοῦ ἐς τὸν σπλῆνα καὶ νεφρὸν καὶ ὄρχιν·
したがって、左からの血管は肝臓を通って腎臓と睾丸へと至り、右からの血管は脾臓と腎臓と睾丸へと至る。
ταύτῃσι δὲ τὸ στόμα αἰδοῖον.
これらにとって陰部は開口部である。
Ἀπὸ δὲ τοῦ δεξιοῦ τιτθοῦ ἐς τὸ ἀριστερὸν ἰσχίον καὶ ἐς τὸ σκέλος· καὶ ἀπὸ τοῦ ἀριστεροῦ ἐς τὰ δεξιά.
また右の乳房から左の腰と脚へと至り、左の乳房から右へと至る。
Ὁ δὲ ὀφθαλμὸς ὁ δεξιὸς ἐκ τοῦ ἀριστεροῦ καὶ ὁ ὄρχις, κατὰ τὸν αὐτὸν τρόπον ἐκ τοῦ δεξιοῦ ὁ ἀριστερός.
右の眼は左から、右の睾丸も同様であり、同じ方法で左は右から生じている。

語釈・文法注

  1. 5ἀπὸ τῆς παχείης ἀπὸ καρδίης — 形容詞 παχείης の後には名詞 φλεβός(血管)が省略されており、「心臓から伸びる太い血管から」という所有または起始の関係を表している。
  2. 7πλὴν ὅσον αὐτῇ τῇ καρδίῃ κοινωνέει — πλὴν ὅσον は制限を示す結合表現で、「〜する限りを除いては」を意味する。動詞 κοινωνέει は、共有・連絡の対象として与格(αὐτῇ τῇ καρδίῃ)を支配する。
  3. 7τὰ μὲν κατ’ αὐτὴν σχιζόμενα ἐπιπολαιότερα, τὰ δὲ τὴν κοιλίην τῆς καρδίης διέχοντα — 主節の動詞(ἐστι などの存在・状態を示すコピュラ)が省略された対照構造。τὰ μὲν... と τὰ δὲ... がそれぞれ主語(実詞化された分詞句)として対置されている。
  4. 8ταύτῃσι δὲ τὸ στόμα αἰδοῖον — ταύτῃσι は所有の与格(「これらの血管にとっては」)であり、主語 τὸ στόμα(開口部)に対して αἰδοῖον(陰部)が述語名詞として機能する名詞文を形成している。

この箇所を引用する

ヒポクラテス, 骨の自然性について §5-8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:5-8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。