Humanitext Reader

ヒポクラテス · 骨の自然性について §1-4

骨の数と内臓および血管の構造

1 / 7 箇所 · ギリシア語

要旨

著者は人体の骨、椎骨の数、内臓(特に関節や消化器、泌尿器)の解剖学的構造を説明し、心臓を起点とする主要な血管や腱の走行経路、腎臓による尿の濾過プロセスを詳述する。

§1## ΠΕΡΙ ΟΣΤΕΩΝ ΦΥΣΙΟΣ. 1.
## 骨の自然について。
Ὀστέα χειρὸς εἰκοσιεπτά· ποδὸς εἰκοσιτέσσαρα· τραχήλου ἐς τὸν μέγαν ἑπτά· ὀσφύος πέντε· ῥάχιος εἴκοσι· κεφαλῆς ξὺν ὀπωπίοις ὀκτώ·
1. 手の骨は二十七、足の骨は二十四、頸部の骨は大椎骨までで七、腰部の骨は五、脊椎の骨は二十、頭部の骨は両眼を含めて八。
ξύμπαντα ἐννενήκοντα ἓν, ξὺν ὄνυξιν ἑκατὸν ἕνδεκα.
合計で九十一、爪を含めると百十一。
Ἃ δ’ ἡμεῖς αὐτοὶ ἐξ ἀνθρώπου ὀστέων κατεμάθομεν, σπόνδυλοι οἱ ἄνω τῆς κληβδος σὺν τῷ μεγάλῳ ἑπτά·
私たち自身が人間の骨から知得したところでは、鎖骨より上にある椎骨は大椎骨を含めて七。
οἱ δὲ κατὰ τὰς πλευρὰς ὅσαι περ αἱ πλευραὶ δώδεκα·
肋骨のところにある椎骨は、肋骨の数と同じく十二。
οἱ δὲ κατὰ κενεῶνας ἐκτὸς, ἐν ᾧ τὰ ἰσχία, ἐν τῇ ὀσφύϊ πέντε.
空所の外側、腰骨がある部分、すなわち腰部には五。
Τὸ δὲ σπέρμα οἷον κηρίον ἑκατέρωθεν τῆς κύστιος·
また、精液を蓄える器官は膀胱の両側にあり、蜂の巣のようである。
ἐκ δ’ αὐτῶν φλέβες ἑκατέρωθεν τοῦ οὐρητῆρος ἐς τὸ αἰδοῖον τείνουσι.
それらから血管が尿管の両側を通って陰部へと伸びている。
Ποτὸν διὰ φάρυγγος καὶ στομάχου·
飲み物は咽頭と食道を通る。
λάρυγξ ἐς πλεύμονα καὶ ἀρτηρίην· ἀπὸ δὲ τούτων ἐς ἄκρην κύστιν.
喉頭は肺と気管へと通じ、これらから膀胱の先端へと至る。
Ἥπατος πέντε λοβοί·
肝臓には五つの葉がある。
ἐπὶ δὲ τοῦ τετάρτου λοβοῦ ἐπίκειται ἡ χολὴ, ἣ τὸ στόμα ἐπὶ φρένας καὶ καρδίην καὶ πλεύμονα φέρει·
第四の葉の上には胆嚢があり、それはその開口部を横隔膜、心臓、肺へと向けている。
καρδίην ὑμὴν περίεστι.
心臓は膜が包んでいる。
Τὰ κῶλα ἔχει κυνὸς μείζω· ἤρτηται δὲ ἐκ τῶν μεσοκώλων·
結腸は犬のものより大きく、腸間膜から吊り下がっている。
ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα.
これらは脊椎から胃の下へと伸びる腱からできている。
Νεφροὶ, ἐκ νεύρων ἀπὸ ῥάχιος καὶ ἀρτηρίης.
腎臓は、脊椎と大動脈からの腱からできている。
§22. Καρδίης πηγή·
2. 心臓は源泉である。
ξυγγενὴς φλὲψ τείνει διὰ φρενῶν, ἥπατος, σπληνὸς, νεφρῶν ἐς ἰσχίον· περὶ γαστροκνημίην ἐπὶ τὸν ταρσόν·
同系の血管が、横隔膜、肝臓、脾臓、腎臓を通って腰へと伸び、ふくらはぎの周りを経て足の甲へと至る。
ἑτέρη δὲ ἐκ καρδίης ὑπὸ μασχάλας, κληβδας, σφαγὰς, κεφαλὴν, ῥῖνα, μέτωπον, παρὰ τὰ ὦτα, ὤμους, μετάφρενον, στήθεα, γαστέρα, διὰ πήχεος·
もう一方は、心臓から腋の下、鎖骨、頸部、頭、鼻、額を通り、耳のそば、肩、背中、胸、腹を通って前腕を経由する。
ἡ δὲ διὰ μασχαλέων ἐπὶ πῆχυν, ἐπὶ ταρσόν.
また腋の下を通る血管は、前腕を経て足の甲へと至る。
§33. Νεύρων ἔκφυσις ἀπὸ τοῦ ἰνίου ἄχρι παρὰ ῥάχιν, παρὰ ἰσχίον, ἐς αἰδοῖα, ἐς μηροὺς, πόδας, κνήμας, ἐς χεῖρας·
3. 腱の起始は後頭部からであり、脊椎の傍ら、腰の傍らを通って、陰部、太もも、足、すね、手へと至る。
ἄλλ’ ἐς βραχίονας, τὰ μὲν ἐς σάρκας, τὰ δὲ παρὰ τὴν περόνην ἐς τὸν μέγαν δάκτυλον·
他のものは上腕へと行き、あるものは筋肉の中へ、あるものは腓骨に沿って親指へと至る。
τὰ δ’ ἐκ τῶν σαρκῶν ἐπὶ τοὺς ἄλλους δακτύλους·
また筋肉から出るものは他の指へと至る。
ἄλλ’ ἐς ὠμοπλάτην, στῆθος, γαστέρα, ὀστέοισι, συνδέσμοισιν·
他のものは肩甲骨、胸、腹、骨、靭帯へと至る。
ἀπὸ δὲ αἰδοίου παρ’ ἀρχὸν, κοτυληδόνα·
また陰部からは、肛門、関節窩の傍らを通る。
τὸ μὲν ἄνωθεν μηροῦ, τὸ δὲ κάτωθεν ἐπὶ τὰ γούνατα, ἐντεῦθεν γούνατι ξυνταθὲν, ἐπὶ τένοντα, πτέρναν, πόδας·
一方は太ももの上側を、他方は下側を通って膝へと至り、そこから膝に結ばれて、腱、踵、足へと伸びる。
τὸ δὲ ἐς περόνην·
また別の一方は腓骨へと至る。
ἄλλα δ’ ἐς τοὺς νεφρούς.
他のものは腎臓へと至る。
§44. Αὗται δὲ αἱ φλέβες ἐφ’ ἑκάτερα διχῇ τὰ μέγιστα σχίζονται, τὰ μὲν ἔνθεν τοῦ νεφροῦ ἑκατέρου, τὰ δὲ ἔνθεν, καὶ διατέτρηνται ἐς τοὺς νεφρούς.
4. これらの血管は両側で最も大きい部分が二つに分岐し、一方は各々の腎臓のこちら側に、他方はあちら側にあり、腎臓へと貫通している。
Καὶ εἶδος καρδίης οἱ νεφροὶ ἔχουσι· καὶ οὗτοι κοιλιώδεες·
また、腎臓は心臓の形をしており、これらも空洞がある。
ὁ δὲ νεφρὸς τὰ κοῖλα ἑωυτοῦ πρὸς τὰς φλέβας ἔχων κεῖται τὰς μεγάλας·
腎臓はその凹部を太い血管に向けて置かれている。
ὅθεν ἐκπεφύκασιν ἐξ αὐτέου αἱ φλέβες αἱ ἐς κύστιν, ᾗ εἵλκετο τὸ ποτὸν διὰ τῶν φλεβῶν ἐς τοὺς νεφρούς·
そこから、腎臓自体から膀胱へと伸びる血管が生じており、それによって、飲み物が血管を通って腎臓へと引き込まれるのである。
ἔπειθ’ ὥσπερ καὶ διὰ τῶν νεφρῶν διηθεῖται τὸ ὕδωρ καὶ δι’ αὐτέων τουτέων τῶν ἐντέρων, ὧν ξυνεπακολουθεῖ, Σπογγοειδὲς γάρ ἐστι τὸ ἀπ’ αὐτέων ἐς τὴν κύστιν, καὶ ἐνταῦθα διηθούμενον καὶ ἀποκρινόμενον ἀπὸ τοῦ αἵματος τὸ οὖρον, διὸ δὴ ἐρυθρόν ἐστιν·
それから、あたかも腎臓を通るかのように水は濾過され、これら自体の管を通る。 そこに水分が伴って流れるのである。 なぜなら、それらから膀胱へと至る部分は海綿状だからであり、そこで尿は血液から濾過され分離される。 だからこそ尿は赤いのである。
οὐδὲ γὰρ ἐς τοὺς νεφροὺς ἦσαν ἄλλαι φλέβες ἢ αἳ εἴρηνται, οὐδ’ ὅποι ἂν τὸ ποτὸν ξυντήκοιτο, ὅσον ἐγὼ οἶδα.
なぜなら、腎臓にはすでに述べられたもの以外の血管は至っておらず、また私の知る限り、飲み物が流れ込みうる場所もないからである。

語釈・文法注

  1. 1κληβδος — κληβδος という語形は、鎖骨(κλείς / κληΐς)のイオニア方言における属格形 κληῖδος の異綴りであると考えられる。
  2. 1Ἃ δ’ ἡμεῖς αὐτοὶ ἐξ ἀνθρώπου ὀστέων κατεμάθομεν — 関係代名詞 Ἃ で始まる節は、後続する椎骨の記述(σπόνδυλοι...)に論理的につながる先取り的な名詞節を形成しており、「私たち自身が人間の骨から知り得たこと(は以下の通りである)」という提示の役割を持つ。
  3. 4ᾗ εἵλκετο — 関係副詞ないし女性与格 ᾗ は手段ないし経路を指し、「そこを通じて(膀胱への血管を通じて)飲み物が引き込まれる」という機序を示している。
  4. 4ὧν ξυνεπακολουθεῖ — 動詞 ξυνεπακολουθέω は属格を支配する。ここでは ὧν(先行詞は人間の管や排泄経路としての ἔντερα)がそれにあたり、「水分がこれらを伴って流れる」あるいは「(管に)水分が付き従う」という意味になる。

この箇所を引用する

ヒポクラテス, 骨の自然性について §1-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:1-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。