Humanitext Reader

希波克拉底 · 论骨的本性 §1-4

骨骼数量与内脏及血管的结构

第 1 段,共 7 段 · 希腊语

内容简介

作者描述了人体骨骼、椎骨数量及内脏的解剖结构,并详细阐述了以心脏为起点的血管和筋腱的主要走向,以及肾脏过滤尿液的过程。

§1## ΠΕΡΙ ΟΣΤΕΩΝ ΦΥΣΙΟΣ. 1.
## 论骨之自然。
Ὀστέα χειρὸς εἰκοσιεπτά· ποδὸς εἰκοσιτέσσαρα· τραχήλου ἐς τὸν μέγαν ἑπτά· ὀσφύος πέντε· ῥάχιος εἴκοσι· κεφαλῆς ξὺν ὀπωπίοις ὀκτώ· ξύμπαντα ἐννενήκοντα ἓν, ξὺν ὄνυξιν ἑκατὸν ἕνδεκα.
1. 手骨二十七;足骨二十四;颈骨至大椎骨为七;腰骨五;脊骨二十;头骨连同双眼为八;总计九十一,算上指甲则为一百一十一。
Ἃ δ’ ἡμεῖς αὐτοὶ ἐξ ἀνθρώπου ὀστέων κατεμάθομεν, σπόνδυλοι οἱ ἄνω τῆς κληβδος σὺν τῷ μεγάλῳ ἑπτά· οἱ δὲ κατὰ τὰς πλευρὰς ὅσαι περ αἱ πλευραὶ δώδεκα· οἱ δὲ κατὰ κενεῶνας ἐκτὸς, ἐν ᾧ τὰ ἰσχία, ἐν τῇ ὀσφύϊ πέντε.
我们自己从人体骨骼中所了解到的:锁骨以上的椎骨,算上大椎骨共七个;沿肋骨分布的椎骨,与肋骨数量相同,共十二个;在胁腹之外、髋骨所在之处,即腰部,共五个。
Τὸ δὲ σπέρμα οἷον κηρίον ἑκατέρωθεν τῆς κύστιος· ἐκ δ’ αὐτῶν φλέβες ἑκατέρωθεν τοῦ οὐρητῆρος ἐς τὸ αἰδοῖον τείνουσι.
精囊如蜂巢般位于膀胱两侧;血管自其引出,沿尿管两侧延伸至阴部。
Ποτὸν διὰ φάρυγγος καὶ στομάχου· λάρυγξ ἐς πλεύμονα καὶ ἀρτηρίην· ἀπὸ δὲ τούτων ἐς ἄκρην κύστιν.
饮水通过咽和食道;喉通向肺和气管;并从这些地方通往膀胱的顶端。
Ἥπατος πέντε λοβοί· ἐπὶ δὲ τοῦ τετάρτου λοβοῦ ἐπίκειται ἡ χολὴ, ἣ τὸ στόμα ἐπὶ φρένας καὶ καρδίην καὶ πλεύμονα φέρει· καρδίην ὑμὴν περίεστι.
肝有五叶;在第四叶上附着有胆囊,其开口通往膈、心脏和肺;心脏有膜包围。
Τὰ κῶλα ἔχει κυνὸς μείζω· ἤρτηται δὲ ἐκ τῶν μεσοκώλων· ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα.
结肠比狗的更大,悬挂于肠系膜上;这些是由脊椎通往腹部下方的筋腱构成的。
Νεφροὶ, ἐκ νεύρων ἀπὸ ῥάχιος καὶ ἀρτηρίης.
肾脏是由来自脊椎和主动脉的筋腱构成的。
§22. Καρδίης πηγή·
2. 心脏为源泉。
ξυγγενὴς φλὲψ τείνει διὰ φρενῶν, ἥπατος, σπληνὸς, νεφρῶν ἐς ἰσχίον· περὶ γαστροκνημίην ἐπὶ τὸν ταρσόν·
一根同族的血管穿过膈、肝、脾、肾通往髋部;绕过小腿肚通往足背。
ἑτέρη δὲ ἐκ καρδίης ὑπὸ μασχάλας, κληβδας, σφαγὰς, κεφαλὴν, ῥῖνα, μέτωπον, παρὰ τὰ ὦτα, ὤμους, μετάφρενον, στήθεα, γαστέρα, διὰ πήχεος· ἡ δὲ διὰ μασχαλέων ἐπὶ πῆχυν, ἐπὶ ταρσόν.
另一根血管自心脏起,经腋下、锁骨、颈部、头部、鼻、额,沿耳旁、肩、上背、胸、腹,穿过前臂;而穿过腋下的那根则通往前臂,并通往足背。
§33. Νεύρων ἔκφυσις ἀπὸ τοῦ ἰνίου ἄχρι παρὰ ῥάχιν, παρὰ ἰσχίον, ἐς αἰδοῖα, ἐς μηροὺς, πόδας, κνήμας, ἐς χεῖρας· ἄλλ’ ἐς βραχίονας, τὰ μὲν ἐς σάρκας, τὰ δὲ παρὰ τὴν περόνην ἐς τὸν μέγαν δάκτυλον· τὰ δ’ ἐκ τῶν σαρκῶν ἐπὶ τοὺς ἄλλους δακτύλους· ἄλλ’ ἐς ὠμοπλάτην, στῆθος, γαστέρα, ὀστέοισι, συνδέσμοισιν· ἀπὸ δὲ αἰδοίου παρ’ ἀρχὸν, κοτυληδόνα· τὸ μὲν ἄνωθεν μηροῦ, τὸ δὲ κάτωθεν ἐπὶ τὰ γούνατα, ἐντεῦθεν γούνατι ξυνταθὲν, ἐπὶ τένοντα, πτέρναν, πόδας· τὸ δὲ ἐς περόνην· ἄλλα δ’ ἐς τοὺς νεφρούς.
3. 筋腱的起始自后脑,沿脊椎、沿髋部,通往阴部、大腿、足、小腿、手;其他的通往上臂,有的进入肌肉,有的沿腓骨通往大脚趾;而自肌肉中出来的则通往其他手指;其他的通往肩胛骨、胸、腹、骨骼、韧带;自阴部起,沿肛门、髋臼分布;一根自大腿上方,另一根自大腿下方通往膝盖,由此与膝盖相连,延伸至肌腱、脚跟、足部;另一根通往腓骨;其他的则通往肾脏。
§44. Αὗται δὲ αἱ φλέβες ἐφ’ ἑκάτερα διχῇ τὰ μέγιστα σχίζονται, τὰ μὲν ἔνθεν τοῦ νεφροῦ ἑκατέρου, τὰ δὲ ἔνθεν, καὶ διατέτρηνται ἐς τοὺς νεφρούς.
4. 这些血管在两侧最粗大部分支为二,一侧在各肾之此,一侧在彼,并穿入肾脏。
Καὶ εἶδος καρδίης οἱ νεφροὶ ἔχουσι· καὶ οὗτοι κοιλιώδεες·
肾脏亦具心脏之形,且其内部有空腔。
ὁ δὲ νεφρὸς τὰ κοῖλα ἑωυτοῦ πρὸς τὰς φλέβας ἔχων κεῖται τὰς μεγάλας· ὅθεν ἐκπεφύκασιν ἐξ αὐτέου αἱ φλέβες αἱ ἐς κύστιν, ᾗ εἵλκετο τὸ ποτὸν διὰ τῶν φλεβῶν ἐς τοὺς νεφρούς·
肾脏之凹面朝向大血管放置;自其自身生出通往膀胱的血管,饮水即通过这些血管被吸入肾脏。
ἔπειθ’ ὥσπερ καὶ διὰ τῶν νεφρῶν διηθεῖται τὸ ὕδωρ καὶ δι’ αὐτέων τουτέων τῶν ἐντέρων, ὧν ξυνεπακολουθεῖ, Σπογγοειδὲς γάρ ἐστι τὸ ἀπ’ αὐτέων ἐς τὴν κύστιν, καὶ ἐνταῦθα διηθούμενον καὶ ἀποκρινόμενον ἀπὸ τοῦ αἵματος τὸ οὖρον, διὸ δὴ ἐρυθρόν ἐστιν·
随后,水仿佛通过肾脏一般被滤过,并穿过这些管道,水分随之流下。 因为自其通往膀胱的部分呈海绵状,在此处尿液自血液中过滤并分离出来,这正是尿液呈红色的原因。
οὐδὲ γὰρ ἐς τοὺς νεφροὺς ἦσαν ἄλλαι φλέβες ἢ αἳ εἴρηνται, οὐδ’ ὅποι ἂν τὸ ποτὸν ξυντήκοιτο, ὅσον ἐγὼ οἶδα.
因为除了已提及的血管外,并无其他血管通往肾脏,据我所知,亦无其他可供饮水汇聚流注之处。

词汇与语法注释

  1. 1κληβδος — 拼写 κληβδος 被认为写自锁骨(κλείς / κληΐς)的爱奥尼亚方言属格形式 κληῖδος 的异体。
  2. 1Ἃ δ’ ἡμεῖς αὐτοὶ ἐξ ἀνθρώπου ὀστέων κατεμάθομεν — 以关系代词 Ἃ 开始的从句构成一个前置名词从句,在语法上预示了随后对椎骨(σπόνδυλοι...)的描述,起到引出“我们自己从人体骨骼中所了解到的(内容如下)”的作用。
  3. 4ᾗ εἵλκετο — 关系副词或女性单数与格 ᾗ 表示手段或途径,指明“饮水通过此处(即通往膀胱的血管)被吸入”的机制。
  4. 4ὧν ξυνεπακολουθεῖ — 动词 ξυνεπακολουθέω 支配属格。在此处,ὧν(先行词为指代管道或排泄通道的 ἔντερα)为其宾语,意为“水分随之流下”或“伴随其流动”。

引用这一段

希波克拉底, 论骨的本性 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。