Humanitext Reader

ヒポクラテス · 頭部の損傷について §1

頭蓋骨の縫合線の形状と骨の構造

1 / 11 箇所 · ギリシア語

要旨

頭部の骨の突起の位置や有無により、頭蓋骨の縫合線が4つの形状(T、H、X型など)をとることを説明し、頭蓋骨の二重構造(板間層)およびその硬度や多孔質な性質について解説する。

§1## ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΕΦΑΛΗ ΤΡΩΜΑΤΩΝ. 1. Τῶν ἀνθρώπων αἱ κεφαλαὶ οὐδὲν ὁμοίως σφίσιν αὐταῖς, οὐδὲ αἱ ῥαφαὶ τῆς κεφαλῆς πάντων κατὰ ταὐτὰ πεφύκασιν.
## 頭部創傷について 1. 人の頭は互いにまったく似ておらず、頭の縫合線もすべての人のにおいて同じようにはなっていない。
Ἀλλ᾿ ὅστις μὲν ἔχει ἐκ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς προβολὴν (ἡ δὲ προβολή ἐστι τὸ τοῦ ὀστέου ἐξέχον στρογγύλον παρὰ τὸ ἄλλο), τουτέου εἰσὶν αἱ ῥαφαὶ πεφυκυῖαι ἐν τῇ κεφαλῇ, ὡς γράμμα τὸ ταῦ, Τ, γράφεται·
しかし、頭の前面に突起(突起とは骨の他の部分に比べて丸く突出した部分である)を持つ者は、頭の縫合線がギリシア文字のタウ、Τ、のように書かれている。
τὴν μὲν γὰρ βραχυτέρην γραμμὴν ἔχει πρὸ τῆς προβολῆς ἐπικαρσίην πεφυκυῖαν· τὴν δ᾿ ἑτέρην γραμμὴν ἔχει διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πεφυκυῖαν ἐς τὸν τράχηλον αἰεί.
すなわち、短い方の線は突起の手前に横向きに生じており、他方の線は頭の真ん中を通って縦方向に常に首のところまで伸びている。
Ὅστις δ᾿ ὄπισθεν τῆς κεφαλῆς τὴν προβολὴν ἔχει, αἱ ῥαφαὶ τουτέῳ πεφύκασι τἀναντία ἢ τῷ προτέρῳ·
他方、頭の後ろに突起を持つ者は、縫合線が前の者とは逆になっている。
ἡ μὲν γὰρ βραχυτέρη γραμμὴ πρὸ τῆς προβολῆς πέφυκεν ἐπικαρσίη· ἡ δὲ μακροτέρη διὰ μέσης τῇς κεφαλῆς πέφυκε κατὰ μῆκος ἐς τὸ μέτωπον αἰεί.
すなわち、短い方の線は突起の手前に横に生じており、長い方の線は頭の真ん中を通って縦に常に額の方へ伸びている。
Ὅστις δὲ ἀμφοτέρωθεν τῆς κεφαλῆς προβολὴν ἔχει, ἐκ τε τοῦ ἔμπροσθεν καὶ ἐκ τοῦ ὄπισθεν, τουτέῳ αἱ ῥαφαί εἰσιν ὁμοίως πεφυκυῖαι ὡς γράμμα τὸ ἦτα, Η, γράφεται·
また、頭の両側、すなわち前部と後部の両方に突起を持つ者は、縫合線がギリシア文字のエータ、Η、のように書かれている。
πεφύκασι δὲ τῶν γραμμέων αἱ μὲν μακραὶ, πρὸ τῆς προβολῆς ἑκατέρης ἐπικάρσιαι πεφυκυῖαι· ἡ δὲ βραχείη διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πρὸς ἑκατέρην τελευτῶσα τὴν μακρὴν γραμμήν.
すなわち、長い方の線は、それぞれの突起の手前に横向きに生じており、短い方の線は頭の真ん中を縦に通り、それぞれの長い方の線へと至って終わっている。
Ὅστις δὲ μηδ᾿ ἑτέρωθι μηδεμίαν προβολὴν ἔχει, οὗτος ἔχει τὰς ῥαφὰς τῆς κεφαλῆς, ὡς γράμμα τὸ χῖ, Χ, γράφεται·
どちらの側にも突起をまったく持たない者は、縫合線がギリシア文字のキー、Χ、のように書かれている。
πεφύκασι δὲ αἱ γραμμαὶ, ἡ μὲν ἑτέρη ἐπικαρσίη πρὸς τὸν κρόταφον ἀφίκουσα· ἡ δὲ ἑτέρη, κατὰ μῆκος διὰ μέσης τῆς κεφαλῆς.
すなわち、一方の線は横向きにこめかみに達しており、他方の線は頭の真ん中を縦に通っている。
Δίπλοον δ᾿ ἐστὶ τὸ ὐστέον κατὰ μέσην τὴν κεφαλήν·
頭の骨の中央には板間層がある。
σκληρότατον δὲ καὶ πυκνότατον αὐτέου πέφυκεν τό τε ἀνώτατον, ᾗ ἡ ὁμοχροίη τοῦ ὀστέου ἡ ὑπὸ τῇ σαρκὶ, καὶ τὸ κατώτατον τὸ πρὸς τῇ μήνιγγι, ᾗ ἡ ὁμοχροίη τοῦ ὀστέου ἡ κάτω·
そして、その最も硬く最も密な部分は、肉の下にある骨の外表面である最上部と、脳膜に接する骨の内表面である最下部である。
ἀποχωρέον δὲ ἀπὸ τοῦ ἀνωτάτου ὀστέου καὶ τοῦ κατωτάτου, ἀπὸ τῶν σκληροτάτων καὶ πυκνοτάτων ἐπὶ τὸ μαλθακώτερον καὶ ἧσσον πυκνὸν καὶ ἐπικοιλότερον ἐς τὴν διπλόην αἰεί.
そして、最上部の骨と最下部の骨、すなわち最も硬く最も密な部分から離れるにつれて、常に、より柔らかく、より密でなく、より空洞の多い板間層へと向かう。
Ἡ δὲ διπλόη κοιλότατον καὶ μαλθακώτατον καὶ μάλιστα σηραγγῶδές ἐστιν.
板間層は最も空洞が多く、最も柔らかく、最も海綿状である。
Ἔστι δὲ καὶ πᾶν τὸ ὀστέον τῆς κεφαλῆς, πλὴν κάρτα ὀλίγου τοῦ τε ἀνωτάτου καὶ τοῦ κατωτάτου, σπόγγῳ ὅμοιον·
また、最上部と最下部のきわめてわずかな部分を除けば、頭の骨全体が海綿に似ている。
καὶ ἔχει τὸ ὀστέον ἐν ἑωυτῷ ὁκοῖα σαρκία πολλὰ καὶ ὑγρὰ, καὶ εἴ τις αὐτὰ διατρίβοι τοῖσι δακτύλοισιν, αἷμα ἂν διαγίγνοιτο ἐξ αὐτέων.
そして骨は、その内部に多くの湿った肉のような組織を含んでおり、もしこれを指でこすれば、それらから血が出てくるだろう。
Ἔνι δ᾿ ἐν τῷ ὀστέῳ καὶ φλέβια λεπτότερα καὶ κοιλότερα, αἵματος πλέα.
また、骨の中には細く、空洞のある細脈があり、血で満ちている。
Σκληρότητος μὲν οὖν καὶ μαλθακότητος καὶ κοιλότητος ὧδε ἔχει.
したがって、硬さ、柔らかさ、空洞については、このようになっている。

語釈・文法注

  1. 1τἀναντία ἢ τῷ προτέρῳ — 「前の者と反対に」。`τἀναντία`(`τὰ ἐναντία` のクラシス)は中性複数対格で副詞的に用いられ、比較の基準を導く接続詞 `ἤ` と与格 `τῷ προτέρῳ` を伴って「〜と反対に」という比較表現を構成している。
  2. 1ἀποχωρέον δὲ ἀπὸ τοῦ ἀνωτάτου ὀστέου καὶ τοῦ κατωτάτου — 主語が明示されていない中性単数分詞 `ἀποχωρέον` が用いられており、骨の性質が外側および内側の極めて硬い部分から離れて内部へと進む様子を説明している。主語は先行する文脈から `τὸ ὀστέον`(骨)あるいは抽象的な「移行・進行」と解釈される。
  3. 1εἴ τις αὐτὰ διατρίβοι τοῖσι δακτύλοισιν, αἷμα ἂν διαγίγνοιτο ἐξ αὐτέων — 条件節に `εἰ` +希求法(`διατρίβοι`)、帰結節に `ἄν` +希求法(`ἂν διαγίγνοιτο`)を用いる潜在(未来の不確定な仮定)の条件文である。イオン方言の特徴として `αὐτέων`(`αὐτῶν` に相当)などの形が見られる。

この箇所を引用する

ヒポクラテス, 頭部の損傷について §1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg007.humanitext-grc1:1

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。