§7.25.1Πάντα ὅσα ὁρᾷς ὅσον οὔπω μεταβαλεῖ ἡ τὰ ὅλα διοικοῦσα φύσις καὶ ἄλλα ἐκ τῆς οὐσίας αὐτῶν ποιήσει καὶ πάλιν ἄλλα ἐκ τῆς ἐκείνων οὐσίας, ἵνα ἀεὶ νεαρὸς ᾖ ὁ κόσμος.
君が目にしているすべてのものを、万物を統治する自然は今にも変化させ、それらの物質から他のものを造り出し、さらにそれらの物質からまた別のものを造り出すであろう。 宇宙が常に若々しくあるために。