§5.30.1Ὁ τοῦ ὅλου νοῦς κοινωνικός.
全体の知性は社会的なものである。
πεποίηκε γοῦν τὰ χείρω τῶν κρειττόνων ἕνεκεν καὶ τὰ κρείττω ἀλλήλοις συνήρμοσεν.
現にそれは、より劣ったものをより優れたもののために創り、より優れたものを互いに調和させた。
ὁρᾷς πῶς ὑπέταξε, συνέταξε, καὶ τὸ κατ̓ ἀξίαν ἀπένειμεν ἑκάστοις καὶ τὰ κρατιστεύοντα εἰς ὁμόνοιαν ἀλλήλων συνήγαγεν.
君は、それがどのように(劣ったものを)従属させ、(優れたものを)秩序づけ、各々に価値に応じたものを分配し、最も優れたものを互いの協調へと導き入れたかを見ている。