§3.2.1Χρὴ καὶ τὰ τοιαῦτα παραφυλάσσειν, ὅτι καὶ τὰ ἐπιγινόμενα τοῖς φύσει γινομένοις ἔχει τι εὔχαρι καὶ ἐπαγωγόν.
このようなことにも注意を払わねばならない。 すなわち、自然によって生じる事柄に付随して生じるものもまた、何らかの優美さと魅力を備えているということである。
οἷον ἄρτου ὀπτωμένου παραρρήγνυταί τινα μέρη·
たとえば、パンが焼かれる時にいくつかの部分にひびが入る。
καὶ ταῦτα οὖν τὰ διέχοντα οὕτως καὶ τρόπον τινὰ παρὰ τὸ ἐπάγγελμα τῆς ἀρτοποιίας ἔχοντα ἐπιπρέπει πως καὶ προθυμίαν πρὸς τὴν τροφὴν ἰδίως ἀνακινεῖ.
そして、このように裂けて、ある意味でパン作りの技術の意図に反しているこれらの部分が、どういうわけか引き立っており、独特の方法で食欲をそそるのである。
§3.2.2πάλιν τε τὰ σῦκα ὁπότε ὡραιότατά ἐστι, κέχηνε καὶ ἐν ταῖς δρυπεπέσιν ἐλαίαις αὐτὸ τὸ ἐγγὺς τῇ σήψει ἴδιόν τι κάλλος τῷ καρπῷ προστίθησι.
また、いちじくが最も熟した時、口を開ける。 そして、木の上で熟したオリーブにおいては、腐敗に近いこと自体がその果実に独特の美しさを加えている。
καὶ οἱ στάχυες κάτω νεύοντες καὶ τὸ τοῦ λέοντος ἐπισκύνιον καὶ ὁ τῶν συῶν ἐκ τοῦ στόματος ῥέων ἀφρὸς καὶ πολλὰ ἕτερα, κατ’ ἰδίαν εἴ τις σκοποίη, πόρρω ὄντα τοῦ εὐειδοῦς, ὅμως διὰ τὸ τοῖς φύσει γινομένοις ἐπακολουθεῖν συνεπικοσμεῖ καὶ ψυχαγωγεῖ·
そして、こうべを垂れる麦の穂、ライオンのしかめ面、野猪の口から流れる泡、その他多くの事柄は、もし人がそれら自体を個別に観察するならば、美しい姿からは遠く離れているものの、自然に生じるものに付随するという理由によって、共に全体を装飾し、心を惹きつけるのである。
§3.2.3ὥστε, εἴ τις ἔχει πάθος καὶ ἔννοιαν βαθυτέραν πρὸς τὰ ἐν τῷ ὅλῳ γινόμενα, σχεδὸν οὐδὲν οὐχὶ δόξει αὐτῷ καὶ τῶν κατ̓ ἐπακολούθησιν συμβαινόντων ἡδέως πως διασυνίστασθαι.
それゆえ、もし宇宙の中で生じる事柄に対して、より深い感受性と理解を持っている人ならば、付随して起こる事柄の中にあっても、好ましく調和して成り立っていないように見えるものは、ほとんど何一つないであろう。
οὗτος δὲ καὶ θηρίων ἀληθῆ χάσματα οὐχ ἧσσον ἡδέως ὄψεται ἢ ὅσα γραφεῖς καὶ πλάσται μιμούμενοι δεικνύουσιν, καὶ γραὸς καὶ γέροντος ἀκμήν τινα καὶ ὥραν καὶ τὸ ἐν παισὶν ἐπαφρόδιτον τοῖς ἑαυτοῦ σώφροσιν ὀφθαλμοῖς ὁρᾶν δυνήσεται·
そして、そのような人は、猛獣の本物の大きな口をも、画家や彫刻家が模倣して示すものに劣らず喜ばしく見るであろうし、老女や老翁のある種の円熟と美しさ、そして子供たちの愛らしさを、自らの節度ある目で見ることができるであろう。
καὶ πολλὰ τοιαῦτα οὐ παντὶ πιθανά, μόνῳ δὲ τῷ πρὸς τὴν φύσιν καὶ τὰ ταύτης ἔργα γνησίως ᾠκειωμένῳ προσπεσεῖται.
そして、そのような多くのことは、すべての人にとって受け入れられるわけではなく、ただ自然と、その自然の働きに真に親しんでいる者にのみ、現れるであろう。