§11Ἰλλυριοὺς Ἕλληνες ἡγοῦνται τοὺς ὑπέρ τε Μακεδονίαν καὶ Θρᾴκην ἀπὸ Χαόνων καὶ Θεσπρωτῶν ἐπὶ ποταμὸν Ἴστρον.
ギリシア人は、マケドニアとトラキアの彼方、ハオネス人やテスプロトス人からイストロス川に及ぶ地域の人々をイリュリア人とみなしている。
καὶ τοῦτʼ ἐστὶ τῆς χώρας τὸ μῆκος, εὖρος δʼ ἐκ Μακεδόνων τε καὶ Θρᾳκῶν τῶν ὀρείων ἐπὶ Παιονας καὶ τὸν Ἰόνιον καὶ τὰ πρόποδα τῶν Ἄλπεων.
そして、これがその土地の長さであり、幅はマケドニア人と山地のトラキア人から、パイオニア人、イオニア海、そしてアルプスの山麓にまで及ぶ。
καὶ ἔστι τὸ μὲν εὖρος ἡμερῶν πέντε, τὸ δὲ μῆκος τριάκοντα, καθὰ καὶ τοῖς Ἕλλησιν εἴρηται.
そして幅は5日間の旅程であり、長さは30日間の旅程である。 これはギリシア人たちによって言われているとおりである。
Ῥωμαίων δὲ τὴν χώραν μετρησαμένων ἔστιν ὑπὲρ ἑξακισχιλίους σταδίους τὸ μῆκος, καὶ τὸ πλάτος ἀμφὶ τοὺς χιλίους καὶ διακοσίους.
しかし、ローマ人がその地を測定したところによると、長さは6,000スタディオン以上、幅は1,200スタディオンほどである。
§12φασὶ δὲ τὴν μὲν χώραν ἐπώνυμον Ἰλλυριοῦ τοῦ Πολυφήμου γενέσθαι·
彼らは、その国はポリュペモスの子イリュリオスにちなんで名付けられたと言う。
Πολυφήμῳ γὰρ τῷ Κύκλωπι καὶ Γαλατείᾳ Κελτὸν καὶ Ἰλλυριὸν καὶ Γάλαν παῖδας ὄντας ἐξορμῆσαι Σικελίας, καὶ ἄρξαι τῶν διʼ αὐτοὺς Κελτῶν καὶ Ἰλλυριῶν καὶ Γαλατῶν λεγομένων.
なぜなら、独眼巨人ポリュペモスとガラテイアに対して、子供たちであったケルトス、イリュリオス、ガラスがシケリアから旅立ち、彼らにちなんで呼ばれるようになったケルト人、イリュリア人、ガラティア人を支配したからである。
καὶ τόδε μοι μάλιστα, πολλὰ μυθευόντων ἕτερα πολλῶν, ἀρέσκει.
そして、多くの人々が他の多くの神話を語る中で、私にはこの説が最も気に入っている。
Ἰλλυριῷ δὲ παῖδας Ἐγχέλεα καὶ Αὐταριέα καὶ Δάρδανον καὶ Μαῖδον καὶ Ταύλαντα καὶ Περραιβὸν γενέσθαι, καὶ θυγατέρας Παρθὼ καὶ Δαορθὼ καὶ Δασσαρὼ καὶ ἑτέρας, ὅθεν εἰσὶ Ταυλάντιοί τε καὶ Περραιβοὶ καὶ Ἐγχέλεες καὶ Αὐταριεῖς καὶ Δάρδανοι καὶ Παρθηνοὶ καὶ Δασσαρήτιοι καὶ Δάρσιοι.
また、イリュリオスには、息子としてエンケレウス、アウタリエウス、ダルダノス、マイドス、タウラス、ペライボスが生まれ、娘としてパルト、ダオルト、ダッサロなどが生まれ、そこからタウランティア人、ペライボイ人、エンケレエス人、アウタリエイス人、ダルダニア人、パルテノイ人、ダッサレティオイ人、ダルシオイ人が出た。
Αὐταριεῖ δὲ αὐτῷ Παννόνιον ἡγοῦνται παῖδα ἢ Παίονα γενέσθαι, καὶ Σκορδίσκον Παίονι καὶ Τριβαλλόν, ὧν ὁμοίως τὰ ἔθνη παρώνυμα εἶναι.
また、アウタリエウス自身にはパンノニオス、あるいはパイオンという息子が生まれたと人々は考えており、パイオンにはスコルディスコスとトリバロスが生まれた。 これらに同様にそれらの諸部族が名前を由来させているのである。
καὶ τάδε μὲν τοῖς ἀρχαιολογοῦσι μεθείσθω, §13γένη δʼ ἔστιν Ἰλλυριῶν, ὡς ἐν τοσῇδε χώρᾳ, πολλά.
これらのことは、古代について考究する人々に委ねておくこととしよう、しかし、これほど広大な土地であるから、イリュリア人の部族は数多く存在する。
καὶ περιώνυμα ἔτι νῦν, χώραν νεμόμενα πολλὴν, Σκορδίσκων καὶ Τριβαλλῶν, οἳ ἐς τοσοῦτον ἀλλήλους πολέμῳ διέφθειραν ὡς Τριβαλλῶν εἴ τι ὑπόλοιπον ἦν ἐς Γέτας ὑπὲρ Ἴστρον φυγεῖν, καὶ γένος ἀκμάσαν μέχρι Φιλίππου τε καὶ Ἀλεξάνδρου νῦν ἔρημον καὶ ἀνώνυμον τοῖς τῇδε εἶναι, Σκορδίσκους δὲ ἀσθενεστάτους ἀπὸ τοῦδε γενομένους ὑπὸ Ῥωμαίων ὕστερον ὅμοια παθεῖν καὶ ἐς τὰς νήσους τοῦ αὐτοῦ ποταμοῦ φυγεῖν, σὺν χρόνῳ δέ τινας ἐπανἐλθεῖν καὶ Παιόνων ἐσχατιαῖς παροικῆσαι·
そして、広大な土地を領有し、今なお有名な部族としてスコルディスコイ人とトリバロイ人があり、彼らは戦争によって互いをひどく破滅させ合ったため、トリバロイ人の生き残りはイストロス川の彼方のゲタイ人のもとへ逃れ、フィリッポスやアレクサンドロスの時代まで全盛を極めたこの部族は、今やその地の人々にとって荒廃し名もなきものとなっている。 また、スコルディスコイ人はこのために極めて弱体化し、後にローマ人によって同様の目に遭わされ、同川の島々へと逃れた。 しかし、時が経つにつれて一部の者が戻り、パイオニア人の辺境に定住した。
ὅθεν ἔστι καὶ νῦν Σκορδίσκων γένος ἐν Παίοσιν.
それゆえ、今でもパイオニア人の間にはスコルディスコイ人の部族が存在している。
τῷ δʼ αὐτῷ τρόπῳ καὶ Ἀρδιαῖοι τὰ θαλάσσια ὄντες ἄριστοι πρὸς Αὐταριέων ἀρίστων ὄντων τὰ κατὰ γῆν, πολλὰ βλάψαντες αὐτούς, ὅμως ἐφθάρησαν.
同様の方法で、海上で最も優れていたアルディアィオイ人も、陸上で最も優れていたアウタリエウス人によって、彼らに多大な打撃を与えはしたものの、ついに滅ぼされた。
καὶ ναυτικοὶ μὲν ἐπὶ τοῖς Ἀρδιαίοις ἐγένοντο Λιβυρνοί, γένος ἕτερον Ἰλλυριῶν, οἳ τὸν Ἰόνιον καὶ τὰς νήσους ἐλῄστευον ναυσὶν ὠκείαις τε καὶ κούφαις, ὅθεν ἔτι νῦν Ῥωμαῖοι τὰ κοῦφα καὶ ὀξέα δίκροτα Λιβυρνίδας προσαγορεύουσιν.
そして、アルディアィオイ人に次いで、イリュリア人の別の部族であるリブルニア人が海軍力を持ち、彼らは速くて軽い船でイオニア海や島々を略奪した。 そのため、今でもローマ人は、軽くて速い二段橈船をリブルナ船(リブルニデス)と呼んでいる。