§V"Δεντάτῳ κατὰ ζῆλον ἀρετῆς εἵπετο νεων λογάδων πλῆθος ὀκτακοσίων, ἐπὶ πάντα τὰ ἔργα ἕτοιμοι.
徳への熱望から、選り抜きの若者八百人の群れがデンタトゥスに従っており、彼らはいかなる任務にも応じる準備ができていた。
καὶ βαρὺς ἦν τῇ βουλῇ παρὰ τὰς ἐκκλησίας. "
また彼は、民会において元老院にとって重苦しい存在であった。
§VI"ὅτι Κελτῶν Σενόνων πολὺ πλῆθος Τυρρηνοῖς συνεμάχουν κατὰ Ῥωμαίων.
ケルト人の一部族であるセノネス族の大群が、ローマ人に対抗してエトルリア人に加勢した。
Ῥωμαῖοι δὲ ἐς τὰς Σενόνων πόλεις ἐπρέσβευον, καὶ ἐνεκάλουν ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων.
ローマ人は、セノネス族の都市に使節を派遣し、彼らが同盟関係にあるにもかかわらずローマ人に対して傭兵として戦っていることに抗議した。
τούσδε τοὺς πρέσβεις Βριτόμαρις μετὰ τῶν κηρυκείων καὶ τῆς ἱερᾶς στολῆς κατέτεμεν ἐς πολλὰ καὶ διέρριψεν, ἐγκαλῶν ὅτι αὐτοῦ ὁ πατὴρ ἐν Τυρρηνίᾳ πολεμῶν ἀνῄρητο ὑπὸ Ῥωμαίων.
これらの使節を、ブリトマリスは、伝令使の杖や神聖な衣服を身につけているにもかかわらず、何枚にも切り刻んで投げ捨てた。 これは、彼の父がエトルリアでの戦闘中にローマ人によって殺されたことを理由としてのことであった。
Κορνήλιος δὲ ὁ ὕπατος τοῦ μύσους ἐν ὁδῷ πυθόμενος τὰ μὲν Τυρρηνῶν εἴασεν, ἐς δὲ τὰς Σενόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν πάντα καθῄρει καὶ ἐνεπίμπρη, καὶ τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δὲ ἡβῶντας πάντας ἔκτεινε, πλὴν Βριτομάριος, ὃν δεινῶς αἰκισάμενος ἦγεν ἐς τὸν θρίαμβον.
執政官コルネリウスは道中でこの不敬な凶行を知ると、エトルリア人に対する軍事行動をひとまず棚上げし、サビニ人とピケヌム人の土地を通って急いでセノネス族の都市に侵入し、すべてを破壊し、焼き尽くした。 そして、女子供を奴隷にし、成人した男性をすべて殺害したが、ブリトマリスだけは例外とし、彼には過酷な拷問を加えた上で凱旋式のために連行した。
οἱ δὲ Σενόνων, ὅσοι ἦσαν ἐν Τυρρηνίᾳ, πυθόμενοι ἀνῃρῆσθαι, Τυρρηνοὺς ἦγον ἐπὶ Ῥώμης.
一方、エトルリアにいたセノネス族の者たちは、故郷が滅ぼされたことを知ると、エトルリア人たちを率いてローマへと向かった。
καὶ πολλῶν μεταξὺ γενομένων οἱ Σένονες, οὔτε πατρίδας ἔχοντες ἐς ἃς διαφύγωσιν, ὀργιζόμενοί τε τῶν γεγονότων, ἐνέπιπτον τῷ Δομιτίῳ καὶ διεφθάρησαν πολλοί.
途中で多くの戦闘があったが、セノネス族は逃げ帰るべき祖国を持たず、起きた出来事に対して激怒していたため、ドミティウスの軍勢に襲いかかったが、その多くが討ち死にした。
τὸ δὲ λοιπὸν σφᾶς αὐτοὺς διεχρῶντο μανικῶς.
生き残った者たちは狂乱のうちに自害した。
καὶ δίκη μὲν ἥδε παρανομίας ἐς πρέσβεις ἐγένετο Σένοσιν. "
このようにして、使節に対する不法行為への報いがセノネス族にもたらされた。
§VII"ὅτι Κορνήλιος ἐπὶ καταφράκτων δεκα νεῶν ἐθεᾶτο τὴν μεγάλην Ἑλλάδα, καί τις ἐν Τάραντι δημαγωγὸς Φιλόχαρις, αἰσχρῶς τε βεβιωκὼς καὶ παρὰ τοῦτο καλούμενος Θαΐς, παλαιῶν τοὺς Ταραντίνους ἀνεμίμνησκε συνθηκῶν, μὴ πλεῖν Ῥωμαίους πρόσω Λακινίας ἄκρας, παροξύνας τε ἔπεισεν ἐπαναχθῆναι τῷ Κορνηλίῳ.
コルネリウスが十隻の装甲船に乗ってマグナ・グラエキアの沿岸を視察していたところ、タレントゥムの民衆指導者であり、放蕩な生活を送っていたために「タイス」と呼ばれていたフィロカリスが、ローマ人はラキニア岬より先を航行してはならないという古い条約をタレントゥム人たちに思い起こさせた。 そして彼らを煽動し、コルネリウスを攻撃させた。
καὶ τέσσαρας μὲν αὐτοῦ ναῦς κατέδυσαν οἱ Ταραντῖνοι, μίαν δὲ ἔλαβον αὐτοῖς ἀνδράσιν.
タレントゥム人は彼の船のうち四隻を沈め、一隻を乗組員ごと拿捕した。
ἔς τε Θουρίους ἐγκλήματα ποιούμενοι ὅτι Ἕλληνες ὄντες ἐπὶ Ῥωμαίους κατέφυγον ἀντὶ σφῶν, καὶ παρελθεῖν αὐτοὺς ἐπέκεινα αἴτιοι μάλιστα ἐγεγένηντο, τοὺς μὲν ἐπιφανεῖς αὐτῶν ἐξέβαλον, τὴν δὲ πόλιν διήρπασαν, καὶ τοὺς Ῥωμαίων φρουροὺς ὑποσπόνδους ἀφῆκαν.
さらに彼らは、トゥリの住民に対して、ギリシア人でありながら自分たちの代わりにローマ人に救いを求め、ローマ人がこれほど遠くまで進出してくる最大の原因を作ったと非難した。 そして、彼らのうち有力な人々を追放し、都市を略奪し、ローマの守備隊を協定のもとで退去させた。
Ῥωμαῖοι δὲ τούτων πυθόμενοι πρέσβεις ἐς Ταραντα πέμπουσι, τοὺς μὲν αἰχμαλώτους κελεύοντες, οὓς οὐ πολεμοῦντας ἀλλὰ θεωμένους ἔλαβον, ἀποδοῦναι, Θουρίων δʼ οὓς ἐξέβαλον, εἰς τὴν πόλιν καταγαγεῖν, ἅ τε διηρπάκεσαν αὐτούς, ἢ τὴν ζημίαν τῶν ἀπολομένων, ἀποτῖσαι, σφίσι δʼ ἐκδοῦναι τοὺς αἰτίους τῆς παρανομίας, εἰ Ῥωμαίων ἐθέλουσιν εἶναι φίλοι.
ローマ人はこれを知ると、タレントゥムに使節を派遣した。 彼らは、戦闘員としてではなく視察中に捕らえられた捕虜たちを返還すること、追放されたトゥリの住民を都市に帰還させること、略奪した財産、あるいは失われたものの賠償金を支払うこと、そして不法行為の首謀者たちをローマに引き渡すことを要求した。 もしローマ人との友好関係を望むのであれば。
οἱ δὲ τοὺς πρέσβεις μόλις ποτὲ ἐπὶ τὸ κοινὸν ἐπήγαγον, καὶ ἐπελθόντας ἐχλεύαζον εἴ τι μὴ καλῶς ἑλληνίσειαν·
タレントゥム人は使節を民会に引き入れることをなかなか認めなかったが、ようやく入場させると、使節たちがギリシア語を正しく話せないことをあざ笑った。
ἔσκωπτον δὲ καὶ τὴν στολὴν αὐτῶν καὶ τὸ ἐπιπόρφυρον.
また、彼らのトガと、その紫色の縁取りをも嘲笑した。
Φιλωνίδης δέ τις, ἀνὴρ γελοῖος καὶ φιλοσκώμμων, Ποστουμίῳ τῷ τῆς πρεσβείας ἡγουμένῳ προσελθὼν ἀπεστράφη τε, καὶ ἐπικύψας τὴν ἐσθῆτα ἀνεσύρατο τὴν ἑαυτοῦ, καὶ τοῦ πρεσβευτοῦ κατησχημόνησεν.
フィロニデスという、おどけて人をからかうのが好きな男が、使節団の長であるポストゥミウスに近づき、背を向けてかがみ込み、自分の衣服をまくり上げて、使節に非道な不作法を働いた。
καὶ τὸ μὲν θέατρον ἔπαιζεν ὡς ἐπὶ γελοίῳ, Ποστούμιος δὲ προτείνας τὸ μεμολυσμένον,
ἐκπλυνεῖτε,
ἔφη,
τοῦτο αἵματι πολλῷ, τοιούτοις ἀρεσκόμενοι γέλωσιν.
劇場(民会)の群衆はこれを滑稽な余興として笑い転げたが、ポストゥミウスは汚された衣服を差し出して言った。 「お前たちは、このような笑いに興じているが、この汚れを多くの血で洗い流すことになるだろう。
καὶ οὐδὲν τῶν Ταραντίνων ἀποκριναμένων ἀπῆλθον οἱ πρέσβεις.
」使節たちは、タレントゥム人から何の返答も得られないまま立ち去った。
ὁ δὲ Ποστούμιος τὴν ὕβριν ἐκ τῆς ἐσθῆτος οὐκ ἀποπλύνας ἐπέδειξε Ῥωμαίοις, καὶ ὁ δῆμος ἀγανακτῶν Αἰμιλίῳ πολεμοῦντι Σαυνίταις ἐπέστειλε τὰ μὲν Σαυνιτῶν ἐν τῷ παρόντι ἐᾶν, εἰς δὲ τὴν Ταραντίνων εἰσβάλλειν, καὶ αὐτοὺς ἐφʼ οἷς ἠξίουν οἱ πρέσβεις ἐς διαλλαγὰς προκαλέσασθαι, ἂν δʼ ἀπειθῶσι, πολεμεῖν κατὰ κράτος.
ポストゥミウスはその汚れを衣服から洗い落とさずにローマ人に見せ、民衆は激怒して、サムニウム人と戦っていたアエミリウスに、サムニウム人のことは当面放置してタレントゥムに侵入し、使節が要求した条件での和解を彼らに持ちかけるよう命じた。 もし彼らが従わなければ、全力で戦うようにと。
ὁ μὲν δὴ τάδε προύτεινε τοῖς Ταραντίνοις, οἱ δὲ οὐκ ἐγέλων ἔτι τὴν στρατιὰν ὁρῶντες, ἀλλʼ ἐγίγνοντο ταῖς γνώμαις ἀγχώμαλοι, μέχρι τις ἀποροῦσι καὶ βουλευομένοις ἔφη, τὸ μὲν ἐκδοῦναί τινας ἤδη δεδουλωμένων εἶναι, τὸ δὲ πολεμεῖν μόνους ἐπισφαλές.
そこでアエミリウスはこれらの条件をタレントゥム人に提示した。 彼らは軍勢を見て最早笑うのをやめ、意見が分かれて決断できずにいたが、ある者が当惑して議論している者たちに向かって言った。 「何人かを引き渡すことは、すでに奴隷になったことを意味し、我々だけで戦うのは極めて危険である。
εἰ δὲ καὶ τῆς ἐλεὺθερίας ἐγκρατῶς ἑξόμεθα καὶ πολεμήσομεν ἐξ ἴσου, Πύρρον ἐξ Ἠπείρου τὸν βασιλέα καλῶμεν, καὶ στρατηγὸν ἀποφήνωμεν τοῦδε τοῦ πολέμου.
もし我々が自由を断固として維持し、対等の立場で戦うのであれば、エペイロスの王ピュロスを招き、この戦争の総司令官に任命しよう。
ὃ καὶ γέγονεν. "
」そして、その通りになった。