§Vb"ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδὲ ἓν αὐτῶν ἐδικαίου. "
しかしマルキウスは、それらの何一つに対しても反論することをよしとしなかった。
§VI"ἐλεεινοὶ τοῦ πάθους, ἀξιέπαινοι τῆς ἀρετῆς γενόμενοι.
彼らはその受難のゆえに同情され、その徳のゆえに称賛される者となった。
μέγα γὰρ τοῦτο Ῥωμαίοις πάθος ἐγένετο καὶ πλήθους ἕνεκα καὶ ἀξιώματος εὐγενοῦς οἴκου καὶ πανωλεθρίας.
なぜなら、これは犠牲者の数の多さのためにも、高貴な家柄の威厳のためにも、そして徹底的な破滅のためにも、ローマ人にとって大きな災難となったからである。
καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται. "
そして彼らはその日を不吉な日とした。
§VII"τῷ δὲ στρατηγῷ στρατὸς ἦν δυσπειθὴς ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο, καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι, καὶ τὰς σκηνὰς διέλυον, καὶ ἀναχωρεῖν ἐπεχείρουν, ἀπειρίαν ἐπικαλοῦντες τῷ στρατηγῷ. "
将軍に対して軍隊は怨恨のゆえに従順でなく、わざと無気力に戦い、また傷ついたかのように自らの体に包帯を巻いて逃亡し、天幕を解体して、将軍の未熟さを非難しながら退却を企てた。
§VIII"ὅτι σημειων γενομενων ἐκ Διὸς ἀηδῶν μετὰ τὴν Οὐηιεντίας ἅλωσιν, οἱ μάντεις ἔλεγον ἐκλειφθῆναί τινα πρὸς εὐσέβειαν, καὶ ὁ Κάμιλλος ἀνήνεγκεν ὅτι τὴν δεκάτην τῆς λείας ἐκλάθοιτο τῷ θεῷ τῷ χρήσαντι περὶ τῆς λίμνης ἐξελέσθαι.
ウエイイ攻略ののち、ゼウスから不吉な予兆が起こったので、予言者たちは、敬神に関して何かが怠られていると言い、カミルスは、湖について神託を与えた神のために略奪品の十分の一を取り分けるのを忘れていた、と報告したとのことである。
ἡ μὲν οὖν βουλὴ τοὺς λαβόντας ὁτιοῦν ἐκ τῆς Οὐηιέντης ἐκέλευσεν ἀποτιμήσασθαι καθʼ αὑτοὺς καὶ σὺν ὅρκῳ τὸ δέκατον εἰσενεγκεῖν, ὑπὸ δὲ εὐσεβείας οὐκ ὤκνησε καὶ τῆς γῆς ἤδη πεπραμένης, ὡς λαφύρου, τὸ δέκατον ἀναθεῖναι.
そこで元老院は、ウエイイから何であれ手に入れた人々に対し、各自でその価値を査定して誓いとともに十分の一を納めるよう命じ、敬神の念から、すでに売却された土地についても戦利品としてその十分の一を奉納することを躊躇しなかった。
κρατήρ τε ἀπὸ τῶνδε τῶν χρημάτων ἐν Δελφοῖς ἔκειτο χρύσεος ἐπὶ χαλκῆς βάσεως ἐν τῷ Ῥωμαίων καὶ Μασσαλιητῶν θησαυρῷ, μέχρι τὸν μὲν χρυσὸν Ὀνόμαρχος ἐν τῷ Φωκικῷ πολέμῳ κατεχώνευσε, κεῖται δʼ ἡ βάσις.
そして、これらのお金から作られた金製の混酒器が、ローマ人とマッサリア人の宝庫の中に青銅製の台座に載せられてデルポイに置かれていたが、フォキス戦争においてオノマルコスがその金を鋳つぶしてしまい、台座だけが置かれている。
αὐτὸν δὲ Κάμιλλον ἐν τῷ δήμῳ τις ἐδιωκεν ὡς αἴτιον γεγονότα τῇ πόλει φασμάτων καὶ τεράτων χαλεπῶν, καὶ ὁ δῆμος ἐκ πολλοῦ τὸν ἄνδρα ἀποστρεφόμενος ἐζημίωσε πεντήκοντα μυριάσιν, οὐκ ἐπικλασθεὶς οὐδʼ ὅτι πρὸ τῆς δίκης αὐτῷ παῖς ἐτεθνήκει.
カミルス自身に対しては、都市に恐ろしい幻影や怪異をもたらした原因であるとして、ある者が民衆の前で告発し、民衆はかねてよりこの男を忌み嫌っていたため、裁判の前に彼の息子が亡くなっていたことにも心を痛めることなく、五十万アスの罰金を科した。
τὰ μὲν οὖν χρήματα οἱ φίλοι συνεισήνεγκαν, ἵνα μὴ ὑβρισθείη τὸ σῶμα τοῦ Καμίλλου·
そこで、カミルスの身体が辱められないように友人たちが罰金を共同で出し合った。
αὐτὸς δὲ βαρυθυμῶν ἐς τὴν Ἀρδεατῶν πόλιν μετῴκησεν, εὐξάμενος τὴν Ἀχίλλειον εὐχήν, ἐπιποθῆσαι Ῥωμαίους Κάμιλλον ἐν καιρῷ.
しかし彼自身は憤慨し、アルデア人の都市へと移住し、ローマ人が危急の時にカミルスを渇望するように、というアキレウスの祈りを祈った。
καὶ ἀπήντησεν αὐτῷ καὶ τόδε οὐ πολὺ ὕστερον·
そして、このこともまたそう遠くないのちに彼に実現した。
Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμος ἐπὶ Κάμιλλον κατέφυγε καὶ δικτάτορα αὖθις εἵλετο, ὡς ἐν ταῖς Κελτικαῖς πράξεσι συγγέγραπται.
ケルト人が市を占領したとき、民衆はカミルスのもとへ逃れ、再び彼を独裁官に選出したからである。
"
それはケルトの歴史に書かれている通りである。
§IX"ὅτι Μάρκος Μάλλιος εὐπατρίδης, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ, ταύτην περιέσωσε καὶ τιμῶν μεγίστων ἠξιώθη.
貴族マルクス・マニウスは、ケルト人がローマを襲撃した際、これを守り抜いて最大の栄誉を授けられたとのことである。
ὕστερον δὲ πρεσβύτην πολλάκις ἐστρατευμένον ἀγόμενον ἐς δουλείαν ὑπὸ τοῦ δανειστοῦ γνωρίσας, ἀπέδωκε τὸ χρέος ὑπὲρ αὐτοῦ, καὶ ἐπὶ τῷδε εὐφημούμενος πᾶσιν ἠφίει τοῖς ἑαυτοῦ χρήσταις τὰ ὀφλήματα.
しかしのちに、何度も従軍した老兵が債権者によって奴隷として連れて行かれようとしているのを見知って、彼の代わりにその負債を支払い、このことで称賛された彼は、自らのすべての債務者に対してその負債を免除した。
προϊὼν δὲ τῇ δόξῃ καὶ ὑπὲρ ἄλλων ἀπεδίδου.
そして名声を高め、他の人々のためにもの代わりにと支払っていった。
καὶ ταῖς δημοκοπίαις ἐπαιρόμενος ἐβούλευσεν ἤδη χρεῶν ἀποκοπὰς κοινάς, ἢ τὸν δῆμον ἠξίου τοῖς δανείσασιν ἀποδοῦναι, τὴν γῆν ἐς τοῦτο ἀποδόμενον ἔτι οὖσαν ἀνέμητον. "
さらに、民衆への迎合に煽り立てられて、今や債務の一斉帳消しを企てるか、あるいは、未だ分配されていない土地をそのために売却して債権者たちに返還することを民衆に求めた。