Humanitext Reader

アッピアノス · イタリア §V

母の嘆願によるマルキウスの包囲解除と死

2 / 3 箇所 · ギリシア語

要旨

マルキウスはウォルスキ軍を率いてローマを包囲し、元老院の使節を拒絶し続けるが、母ウェトゥリアらローマの女性たちの悲痛な嘆願に心を動かされて撤退を決め、後に嫉妬により殺害される。

§V"ὅτι τοῦ Μαρκίου φυγαδευθέντος καὶ ἐς Οὐολούσκους καταφυγόντος καὶ κατὰ Ῥωμαίων ἐκστρατεύσαντος καὶ τεσσαράκοντα σταδίους ἀποσχόντος ἀπὸ τοῦ ἄστεος καὶ στρατοπεδεύσαντος, ὁ δῆμος ἠπείλει τῇ βουλῇ παραδώσειν τὰ τείχη τοῖς πολεμίοις, εἰ μὴ πρεσβεύσοιντο περὶ διαλλαγῶν πρὸς Μάρκιον.
マルキウスが追放されてウォルスキ族のもとへ逃れ、ローマ人に対して遠征して市から四十スタディオン離れた場所に陣を敷いたとき、民衆は、もしマルキウスに対して和解のための使節を送らないならば、城壁を敵に引き渡すと元老院を脅したとのことである。
ἡ δὲ μόλις ἐξέπεμψεν αὐτοκράτορας εἰρήνης πέρι Ῥωμαίοις πρεπούσης, οἳ προελθόντες ἐς τὸ Οὐολούσκων στρατόπεδον Μαρκίῳ μετὰ Οὐολούσκων ἀκροωμένῳ προύτειναν ἀμνηστίαν καὶ κάθοδον, εἰ καταλύσει τὸν πόλεμον, τῆς τε βουλῆς αὐτὸν ὑπεμίμνησκον ὡς οὐχ ἁμαρτούσης ἐς αὐτόν.
元老院は、ようやく、ローマ人にふさわしい平和について(交渉するための)全権使節を送り出し、彼らはウォルスキ族の陣営に進み、ウォルスキ族が傍聴する中でマルキウスに対して、もし戦争を終わらせるなら、恩赦と帰還を提案し、元老院は彼に対して罪を犯してはいないということを彼に思い出させた。
ὁ δὲ πολλὰ τοῦ δήμου κατηγορήσας περὶ ὧν ἐς αὐτὸν καὶ Οὐολούσκους ἐξημαρτήκεσαν, ἐπηγγέλλετο ὅμως Οὐολούσκους αὐτοῖς διαλλάξειν, ἂν ἥν τε γῆν ἔχουσι Οὐολούσκων καὶ τὰς πόλεις ἀποδῶσι, καὶ ποιήσωνται πολίτας ὥσπερ Λατίνους.
しかし彼は、民衆が彼自身とウォルスキ族に対して犯した数々の過ちについて激しく非難したものの、もし彼らが所有しているウォルスキ族の土地や都市を返還し、かつ(ウォルスキ族を)ラティウム人のように市民とするならば、ウォルスキ族と彼らを和解させると約束した。
ἕως δʼ ἂν ἔχωσι τὰ τῶν κρατούντων οἱ κρατούμενοι, οὐχ ὁρᾶν τίνες αὐτοῖς ἔσονται διαλύσεις.
だが、支配されている者たちが支配している者たちの所有物を持ち続けている限り、いかなる和解が彼らの間にありうるか自分にはわからない(と彼は言った)。
ταῦτα μετοίσοντας ἀπέλυε τοὺς πρέσβεις, καὶ τριάκοντα ἡμέρας ἐς τὴν σκέψιν ἐδίδου.
これらの条件を伝えるために彼は使節たちを去らせ、検討のために三十日の猶予を与えた。
τραπεὶς δʼ ἐπὶ τοὺς ἄλλους Λατίνους ἑπτὰ πόλεις αὐτῶν εἷλε ταῖς τριάκοντα ἡμέραις, καὶ ἧκεν ἐπὶ τὰς ἀποκρίσεις.
そして他のラティウム人たちに向かい、その三十日間に彼らの七つの都市を攻略し、回答を受け取るために戻ってきた。
οἱ δὲ ἀπεκρίναντο, ἐὰν ἐκ τῆς Ῥωμαίων γῆς ἀπαγάγῃ τὸν στρατόν, πέμψειν τοὺς συνθησομένους αὐτῷ τὰ πρέποντα.
ローマ人たちは、もし彼がローマの土地から軍隊を撤退させるなら、ふさわしい協定を結ぶための使節を送るだろう、と答えた。
πάλιν δʼ ἀντειπόντος ἔπεμπον ἑτέρους δέκα δεησομένους μηδὲν ἀνάξιον ποιεῖν τῆς πατρίδος, μηδʼ ἐξ ἐπιτάγματος ἀλλʼ ἑκουσίους ἐᾶν γίγνεσθαι τὰς συνθήκας, αἰδούμενόν τε τὴν πατρίδα, καὶ τὸ τῶν προγόνων ἀξίωμα τιμῶντα τῶν ἐς αὐτὸν οὐχ ἁμαρτόντων.
しかし彼が再び反対の意志を示すと、彼らは別の十人の使節を送り、祖国にふさわしくないことは何もしないよう、また命令によってではなく自発的なものとして協定を結ばせるようにすること、そして祖国を敬い、彼に対して何も罪を犯していない祖先たちの威厳を尊重するよう懇願させた。
ὁ δὲ τοσοῦτον αὐτοῖς ἀπεκρίνατο, τριῶν ἄλλων ἡμερῶν ἥκειν βουλευσαμένους τι κάλλιον.
しかし彼は彼らにこれだけを答えた。 さらに三日間の猶予ののち、もっと良い考えを持って戻ってこい、と。
οἱ μὲν δὴ τοὺς ἱερέας ἔπεμπον, ταῖς ἱεραῖς ἐσθῆσιν ἐσταλμένους, ταὐτὰ τοῦ Μαρκίου δεησομένους·
そこで彼らは、神聖な衣服を身にまとった神官たちを送り、マルキウスに同じことを懇願させた。
ὁ δὲ καὶ τούτοις ἔφη δεῖν ἢ τὰ κελευόμενα ποιεῖν, ἢ μηδʼ αὖ ἀφικνεῖσθαι πρὸς αὐτόν.
しかし彼は彼らに対しても、命じられたことを行うか、あるいは二度と自分のところに来るな、と言った。
ἐς οὖν πολιορκίαν καθίσταντο, καὶ τὸ τεῖχος ἐπλήρουν λίθων καὶ βελῶν ὡς ἄνωθεν ἀμυνούμενοι Μάρκιον.
そのため彼らは包囲戦の準備に取りかかり、上からマルキウスを防ぎ防衛しようと、城壁を石や飛び道具で満たした。
Οὐαλερία δʼ ἡ Ποπλικόλα θυγάτηρ πολλὰς ἀγομένη γυναῖκας ἐπί τε τὴν μητέρα τοῦ Μαρκίου Οὐετουρίαν καὶ ἐπὶ τὴν γυναῖκα Οὐολουμνίαν, πένθιμα ἠμφιεσμέναι πᾶσαι, καὶ τὰ παιδία ταῖς ἱκεσίαις ἐπιφέρουσαι, συνεξελθεῖν αὑταῖς πρὸς Μάρκιον ἠξίουν αὐτάς, καὶ δεηθῆναι φείσασθαι σφῶν τε αὐτῶν καὶ τῆς πατρίδος.
ポプリコラの娘ウァレリアは、多くの女性たちを伴って、マルキウスの母ウェトゥリアと妻ウォルムニアのもとへと赴いた。 彼女たちは全員が喪服を身にまとい、子供たちを嘆願のために連れていき、自分たちと一緒にマルキウスのもとへ行き、自分たち自身と祖国を容赦してくれるよう懇願してほしいと彼女たちに求めた。
αἱ μὲν δὴ τῆς βουλῆς ἐπιτρεπούσης ἐξῄεσαν, μόναι γυναῖκες, ἐς ἐχθρῶν στρατόπεδον·
そこで彼女たちは元老院の許可を得て、女たちだけで敵の陣営へと出て行った。
ὁ δὲ Μάρκιος θαυμάζων τῆς εὐτολμίας τὴν πόλιν, οἷα Ῥωμαίων ἐστὶ καὶ τὰ γύναια, προσιούσαις ἀπήντα, καὶ τὰς ῥάβδους καθῄρει καὶ τοὺς πελέκεας διὰ τὴν μητέρα, προσδραμών τε ἠσπάζετο, καὶ ἦγεν ἐπὶ τὸ συνέδριον τῶν Οὐολούσκων, καὶ λέγειν ἐκέλευσεν ὅ τι χρῄζοι.
マルキウスは、ローマの女たちまでもがそうであることに、この都市の勇気に驚嘆しながら、近づいてくる彼女たちを出迎え、母のために(ファスケスの)束桿を下げさせ、斧を取り外させ、駆け寄って抱擁し、ウォルスキ族の評議会へと案内し、何を望むかを述べるように命じた。
ἡ δὲ συνηδικῆσθαι μὲν ἐξελαυνομένῳ τῆς πόλεως, μήτηρ οὖσα, ἔφη, ὁρᾶν δʼ ὅτι Ῥωμαῖοι πολλὰ πρὸς αὐτοῦ πεπόνθασιν ἤδη καὶ τίσιν ἔτισαν ἱκανήν, ὧν χώρα τε τοσαύτη διέφθαρται καὶ πόλεις ἀπολώλασι πολλαί, καὶ τὸ Ῥωμαίοις ἔσχατον, παρακαλοῦσι καὶ πρέσβεις πέμπουσιν ὑπάτους καὶ ἱερέας καὶ μητέρα καὶ γυναῖκα, τό τε ἀδίκημα ἰῶνται ἀμνηστίᾳ καὶ καθόδῳ.
母は言った。 彼が市から追放されたとき、母親として自分もともに不義を被った。 しかし、ローマ人たちはすでに彼の手によって多くの苦しみを受け、十分な報いを支払った。 彼らのこれほど多くの領土が荒廃し、多くの都市が滅び、そしてローマ人にとって最後の手段として、彼らは懇願し、執政官や神官たち、そして母親や妻を使節として送っており、恩赦と帰還によって不義を癒やそうとしているのだ、と。
σὺ δὲ μὴ ἀνιάτῳ κακῷ τὸ κακὸν ἰῶ, μηδὲ συμφοραῖς ἐπιχείρει κοιναῖς αὐτοῦ τε σοῦ καὶ τῶν ἀδικούντων.
「しかし、あなたは不治の害悪をもって害悪を癒やそうとしてはならない。 あなた自身と不義を働いた者たちの双方に共通する破滅を企ててはならない。
ποῖ φέρων οἴσεις τὸ πῦρ;
あなたはどこへ火を運んで行くというのか。
μετὰ τὴν χώραν ἐπὶ τὴν πόλιν;
領土の次は市へか。
μετὰ τὴν πόλιν ἐπὶ τὴν ἑστίαν τὴν σήν;
市の次はあなたの家庭の炉へか。
μετὰ τὴν ἑστίαν ἐπὶ τὰ ἱερά;
炉の次は神殿へか。
δὸς χάριν, ὦ παῖ, κἀμοὶ καὶ τῇ πατρίδι παρακαλούσαις.
我が子よ、懇願する私と祖国に恵みを与えておくれ。
ἡ μὲν δὴ τοσαῦτα εἶπεν, ὁ δὲ Μάρκιος οὐκ εἴα πατρίδα καλεῖν τὴν ἐκβαλοῦσαν ἀλλὰ τὴν ὑποδεδεγμένην·
」彼女はこれだけのことを言ったが、マルキウスは、自分を追放した国を祖国と呼ばず、自分を受け入れてくれた国を祖国と呼ぶようにと言った。
οὐδὲν γὰρ εἶναι φίλιον, ἂν ἀδικῇ, οὐδὲ ἐχθρὸν εὖ ποιοῦν·
なぜなら、不義をなすものは友ではなく、善をなすものは敵ではないからである。
καὶ τὸ τῶν παρόντων ἐκέλευεν ὁρᾶν, πίστιν τε δόντων αὐτῷ καὶ λαβόντων, καὶ πολίτην πεποιημένων καὶ στρατηγὸν ἀποφηνάντων καὶ τὰ ἴδια ἐπιτρεψάντων.
そして彼は、現在自分のそばにいる者たちの状況を見るようにと言った。 彼らは自分と信義を交わし、自分を市民とし、将軍に任命し、自分たちの財産を委ねてくれたのだ、と。
τιμάς τε ὅσων ἠξίωτο, καὶ ὅρκους οὓς ὤμοσεν αὐτοῖς, ἐπεξῄει, καὶ παρεκάλει τὴν μητέρα τοὺς αὐτοὺς ἐκείνοις τίθεσθαι πολεμίους καὶ φίλους.
彼は自分が授けられた数々の名誉や、彼らに対して立てた誓いを列挙し、母親に対しても、彼らと同じ人々を敵とし味方とするよう求めた。
ἡ δὲ ἔτι λέγοντος ἀγανακτήσασα καὶ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνασχοῦσα, θεοὺς γενεθλίους ἐμαρτύρατο δύο μὲν ἤδη πρεσβείας γυναικῶν ἀπὸ Ῥώμης ἐν μεγάλοις ἐστάλθαι κακοῖς, ἐπὶ Τατίου βασιλέως καὶ Γαΐου Μαρκίου, τούτοιν δὲ Τάτιον μέν, ὄντα ξένον καὶ ἀληθῆ πολέμιον, ἐνδοῦναι ταῖς γυναιξὶν αἰδούμενον, Μάρκιον δʼ ὑπερορᾶν πρεσβείας γυναικῶν τοσῶνδε, καὶ τῆς γεγαμημένης καὶ μητρὸς ἐπὶ ταύταις.
彼女は、彼がまだ語っている最中に憤慨し、両手を天に差し伸べて、守護神(一族の神々)にこう訴えた。 ローマから女性たちの使節が大きな危難の中で送られたのは、今や二度目である。 最初はタティウス王のとき、そして今回はガイウス・マルキウスのとき。 この二人のうち、タティウスは異邦人であり本当の敵であったにもかかわらず、女性たちを敬って譲歩した。 しかしマルキウスは、これほど多くの女性たち、さらにはその上に妻や母親の使節をも無視している、と。
ἄλλη μὲν οὖν, ἔφη, μηδεμία μήτηρ, ἀτυχοῦσα παιδός, ἐς ἀνάγκην ἀφίκοιτο προσπεσεῖν αὐτῷ·
「それゆえ」と彼女は言った、「子供に関して不運に見舞われた母親で、我が子の前にひれ伏す必要性に迫られるような者は、他に一人もいないことを願う。
ἐγὼ δὲ καὶ τοῦτο ὑφίσταμαι·
だが、私はこのことにも耐えよう。
προκυλίσομαί σου.
お前の前に身を投げ出そう。
καὶ λέγουσα ἐς τὸ ἔδαφος ἑαυτὴν ἐρρίπτει.
」そう言いながら、彼女は地面に自らを投げ出した。
ὁ δὲ ἐδάκρυσέ τε καὶ ἀνεπήδα καὶ ἀντείχετο αὐτῆς, ὑπό τε τοῦ πάθους ἐξεφώνησε, νικᾷς, ὦ μῆτερ, ἀλλὰ νίκην ἐξ ἧς τὸν υἱὸν ἀπολεῖς.
すると彼は涙を流し、飛び上がって彼女を抱き起こし、感情に激しく突き動かされて叫んだ。 「あなたの勝ちです、お母さん。 しかし、それは息子を破滅させる勝利です。
ταῦτα εἰπὼν ἀπῆγε τῆν στρατιὰν ὡς λόγον ἀποδώσων Οὐολούσκοις καὶ τὰ ἔθνη συναλλάξων·
」こう言って彼は、ウォルスキ族に弁明をし、両民族を和解させるつもりで軍を撤退させた。
ἐλπίς τε ἦν ὅτι καὶ ταῦτα πείσει Οὐολούσκους.
彼がウォルスキ族をこの点でも説得できるという希望があった。
κατελεύσθη δὲ φθονούμενος παρὰ τοῦ στρατηγοῦ Ἀττίου. "
しかし彼は、将軍アッティウスの嫉妬を買い、石打ちにされて殺された。

語釈・文法注

  1. 1ὅτι — 文頭の ὅτι は、歴史記述の要約(epitome)において、前文からの文脈を継承して「〜とのことである」「〜という理由で」と報告する伝聞あるいは理由提示の用法。直前のチャンク §IV の冒頭の ὅτι と同調している。
  2. 1οὐχ ὁρᾶν — 不定詞 ὁρᾶν は、前文の動詞 ἐπηγγέλλετο(約束した、言明した)に支配された間接話法(oratio obliqua)の中にあり、主語「自分(マルキウス)」が省略された対格不定詞構文。
  3. 3Οὐαλερία ... ἠμφιεσμέναι πᾶσαι ... ἠξίουν — 単数主語 Οὐαλερία に対し、複数分詞 ἠμφιεσμέναι(身にまとった)や複数動詞 ἠξίουν(求めた)が用いられているのは、意味上の複数(ウァレリアと彼女に伴われた女たち)に一致させる「意味論的一致」(constructio ad sensum / σχῆμα πρὸς τὸ σημαινόμενον)による。
  4. 4συνηδικῆσθαι — 動詞 ἔφη の支配下にある完了受動不定詞。「共に不義を被ったこと」を意味し、その論理的主語は与格分詞 ἐξελαυνομένῳ(追放された彼)と、同格の「母親として(自分も)」を指す。
  5. 5ἀφίκοιτο — 希求法(optative of wish)であり、μηδεμία μήτηρ(いかなる母親も〜ないように)を主語として否定の望みを表す。「〜に至らないことを願う」の意。

この箇所を引用する

アッピアノス, イタリア §V. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg003.humanitext-grc2:V

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。