§V"ὅτι τοῦ Μαρκίου φυγαδευθέντος καὶ ἐς Οὐολούσκους καταφυγόντος καὶ κατὰ Ῥωμαίων ἐκστρατεύσαντος καὶ τεσσαράκοντα σταδίους ἀποσχόντος ἀπὸ τοῦ ἄστεος καὶ στρατοπεδεύσαντος, ὁ δῆμος ἠπείλει τῇ βουλῇ παραδώσειν τὰ τείχη τοῖς πολεμίοις, εἰ μὴ πρεσβεύσοιντο περὶ διαλλαγῶν πρὸς Μάρκιον.
声明:由于马尔基乌斯被流放,投奔沃尔斯奇人,并向罗马人进军,在距离城市四十斯塔迪亚处扎营,平民向元老院威胁道,如果他们不派遣使节与马尔基乌斯议和,他们就把城墙拱手让给敌人。
ἡ δὲ μόλις ἐξέπεμψεν αὐτοκράτορας εἰρήνης πέρι Ῥωμαίοις πρεπούσης, οἳ προελθόντες ἐς τὸ Οὐολούσκων στρατόπεδον Μαρκίῳ μετὰ Οὐολούσκων ἀκροωμένῳ προύτειναν ἀμνηστίαν καὶ κάθοδον, εἰ καταλύσει τὸν πόλεμον, τῆς τε βουλῆς αὐτὸν ὑπεμίμνησκον ὡς οὐχ ἁμαρτούσης ἐς αὐτόν.
元老院勉强派出全权使节,商讨适合罗马人的和平,使节们来到沃尔斯奇人的营地,向在沃尔斯奇人旁听下的马尔基乌斯提出,如果他停止战争,就给予他赦免和回国权,并提醒他元老院并没有对他犯下过错。
ὁ δὲ πολλὰ τοῦ δήμου κατηγορήσας περὶ ὧν ἐς αὐτὸν καὶ Οὐολούσκους ἐξημαρτήκεσαν, ἐπηγγέλλετο ὅμως Οὐολούσκους αὐτοῖς διαλλάξειν, ἂν ἥν τε γῆν ἔχουσι Οὐολούσκων καὶ τὰς πόλεις ἀποδῶσι, καὶ ποιήσωνται πολίτας ὥσπερ Λατίνους.
但他极力指责平民对自己和沃尔斯奇人所犯下的罪行,然而他承诺,如果他们归还所占领的沃尔斯奇人的土地和城市,并像对待拉丁人一样接纳他们为公民,他就让沃尔斯奇人与他们和解。
ἕως δʼ ἂν ἔχωσι τὰ τῶν κρατούντων οἱ κρατούμενοι, οὐχ ὁρᾶν τίνες αὐτοῖς ἔσονται διαλύσεις.
他说,只要被统治者还占有着统治者的财产,他就看不出他们之间有什么和解的可能。
ταῦτα μετοίσοντας ἀπέλυε τοὺς πρέσβεις, καὶ τριάκοντα ἡμέρας ἐς τὴν σκέψιν ἐδίδου.
他让使节们带着这些条件回去,并给予三十天的时间进行考虑。
τραπεὶς δʼ ἐπὶ τοὺς ἄλλους Λατίνους ἑπτὰ πόλεις αὐτῶν εἷλε ταῖς τριάκοντα ἡμέραις, καὶ ἧκεν ἐπὶ τὰς ἀποκρίσεις.
随后他转向其他拉丁人,在三十天内攻占了他们的七座城市,然后回来听取答复。
οἱ δὲ ἀπεκρίναντο, ἐὰν ἐκ τῆς Ῥωμαίων γῆς ἀπαγάγῃ τὸν στρατόν, πέμψειν τοὺς συνθησομένους αὐτῷ τὰ πρέποντα.
罗马人回答说,如果他从罗马人的土地上撤军,他们就会派人来与他达成适当的协定。
πάλιν δʼ ἀντειπόντος ἔπεμπον ἑτέρους δέκα δεησομένους μηδὲν ἀνάξιον ποιεῖν τῆς πατρίδος, μηδʼ ἐξ ἐπιτάγματος ἀλλʼ ἑκουσίους ἐᾶν γίγνεσθαι τὰς συνθήκας, αἰδούμενόν τε τὴν πατρίδα, καὶ τὸ τῶν προγόνων ἀξίωμα τιμῶντα τῶν ἐς αὐτὸν οὐχ ἁμαρτόντων.
但他再次表示反对,于是他们又派出另外十人,请求他不要做任何不配祖国的事,也不要让协定是在被迫的情况下、而是在自愿的情况下达成,既是出于对祖国的敬畏,也是出于尊重那些没有对他犯下过错的祖先的尊严。
ὁ δὲ τοσοῦτον αὐτοῖς ἀπεκρίνατο, τριῶν ἄλλων ἡμερῶν ἥκειν βουλευσαμένους τι κάλλιον.
但他对他们只回答了这些:让他们再考虑三天,带着更好的提议再来。
οἱ μὲν δὴ τοὺς ἱερέας ἔπεμπον, ταῖς ἱεραῖς ἐσθῆσιν ἐσταλμένους, ταὐτὰ τοῦ Μαρκίου δεησομένους· ὁ δὲ καὶ τούτοις ἔφη δεῖν ἢ τὰ κελευόμενα ποιεῖν, ἢ μηδʼ αὖ ἀφικνεῖσθαι πρὸς αὐτόν.
于是他们派出了神官,身着祭祀的礼服,向马尔基乌斯提出同样的请求;但他对这些人也说,要么按照命令去做,要么就别再来见他。
ἐς οὖν πολιορκίαν καθίσταντο, καὶ τὸ τεῖχος ἐπλήρουν λίθων καὶ βελῶν ὡς ἄνωθεν ἀμυνούμενοι Μάρκιον.
于是,他们开始准备应对围城,在城墙上放满石头和飞弹,以便从上方抵御马尔基乌斯。
Οὐαλερία δʼ ἡ Ποπλικόλα θυγάτηρ πολλὰς ἀγομένη γυναῖκας ἐπί τε τὴν μητέρα τοῦ Μαρκίου Οὐετουρίαν καὶ ἐπὶ τὴν γυναῖκα Οὐολουμνίαν, πένθιμα ἠμφιεσμέναι πᾶσαι, καὶ τὰ παιδία ταῖς ἱκεσίαις ἐπιφέρουσαι, συνεξελθεῖν αὑταῖς πρὸς Μάρκιον ἠξίουν αὐτάς, καὶ δεηθῆναι φείσασθαι σφῶν τε αὐτῶν καὶ τῆς πατρίδος.
普普利科拉的女儿瓦莱里娅带着许多妇女,去见马尔基乌斯的母亲维图里娅和妻子沃卢姆尼娅,她们全都身穿丧服,并带着孩子们来哀求,请求她们和她们一起去见马尔基乌斯,请求他宽恕她们自己和祖国。
αἱ μὲν δὴ τῆς βουλῆς ἐπιτρεπούσης ἐξῄεσαν, μόναι γυναῖκες, ἐς ἐχθρῶν στρατόπεδον·
在元老院的许可下,她们,仅限妇女们,走出了城,前往敌人的营地。
ὁ δὲ Μάρκιος θαυμάζων τῆς εὐτολμίας τὴν πόλιν, οἷα Ῥωμαίων ἐστὶ καὶ τὰ γύναια, προσιούσαις ἀπήντα, καὶ τὰς ῥάβδους καθῄρει καὶ τοὺς πελέκεας διὰ τὴν μητέρα, προσδραμών τε ἠσπάζετο, καὶ ἦγεν ἐπὶ τὸ συνέδριον τῶν Οὐολούσκων, καὶ λέγειν ἐκέλευσεν ὅ τι χρῄζοι.
马尔基乌斯惊叹于这座城市的勇敢,连妇女也是如此典型的罗马人,他迎上前去,因为母亲的缘故而命人撤下权杖和斧头,跑上前去拥抱她,并将她带到沃尔斯奇人的议事会,命令她陈述自己的愿望。
ἡ δὲ συνηδικῆσθαι μὲν ἐξελαυνομένῳ τῆς πόλεως, μήτηρ οὖσα, ἔφη, ὁρᾶν δʼ ὅτι Ῥωμαῖοι πολλὰ πρὸς αὐτοῦ πεπόνθασιν ἤδη καὶ τίσιν ἔτισαν ἱκανήν, ὧν χώρα τε τοσαύτη διέφθαρται καὶ πόλεις ἀπολώλασι πολλαί, καὶ τὸ Ῥωμαίοις ἔσχατον, παρακαλοῦσι καὶ πρέσβεις πέμπουσιν ὑπάτους καὶ ἱερέας καὶ μητέρα καὶ γυναῖκα, τό τε ἀδίκημα ἰῶνται ἀμνηστίᾳ καὶ καθόδῳ.
母亲说,当他被逐出城市时,作为母亲,她觉得自己也一同受到了伤害,但她看到罗马人已经在他手中遭受了许多苦难,并付出了足够的代价,因为有这么多的土地被破坏,许多城市被毁灭,而作为罗马人的最后挣扎,他们正在哀求并派遣执政官、神官、母亲和妻子作为使节,用赦免和归国权来治愈这桩不义。
σὺ δὲ μὴ ἀνιάτῳ κακῷ τὸ κακὸν ἰῶ, μηδὲ συμφοραῖς ἐπιχείρει κοιναῖς αὐτοῦ τε σοῦ καὶ τῶν ἀδικούντων.
“但你不要用不治之症来医治邪恶,也不要试图为你自己和那些行不义的人带来共同的灾难。
ποῖ φέρων οἴσεις τὸ πῦρ;
你把火带到哪里去?
μετὰ τὴν χώραν ἐπὶ τὴν πόλιν;
在毁了地方之后去烧城市吗?
μετὰ τὴν πόλιν ἐπὶ τὴν ἑστίαν τὴν σήν;
在毁了城市之后去烧你自己的炉灶吗?
μετὰ τὴν ἑστίαν ἐπὶ τὰ ἱερά;
在毁了炉灶之后去烧神庙吗?
δὸς χάριν, ὦ παῖ, κἀμοὶ καὶ τῇ πατρίδι παρακαλούσαις.
孩子,请向我和请求你的祖国施恩吧。
ἡ μὲν δὴ τοσαῦτα εἶπεν, ὁ δὲ Μάρκιος οὐκ εἴα πατρίδα καλεῖν τὴν ἐκβαλοῦσαν ἀλλὰ τὴν ὑποδεδεγμένην· οὐδὲν γὰρ εἶναι φίλιον, ἂν ἀδικῇ, οὐδὲ ἐχθρὸν εὖ ποιοῦν·
” 维图里娅这样说,但马尔基乌斯不容许把驱逐他的地方称为祖国,而要把接纳他的地方称为祖国;因为如果行不义,就没有什么可以说是友好的,如果行善,也就没有什么是敌对的。
καὶ τὸ τῶν παρόντων ἐκέλευεν ὁρᾶν, πίστιν τε δόντων αὐτῷ καὶ λαβόντων, καὶ πολίτην πεποιημένων καὶ στρατηγὸν ἀποφηνάντων καὶ τὰ ἴδια ἐπιτρεψάντων.
他让她看看在场的人的状况,他们向他保证并与他互换了信义,接纳他为公民,宣布他为将军,并把私产托付给他。
τιμάς τε ὅσων ἠξίωτο, καὶ ὅρκους οὓς ὤμοσεν αὐτοῖς, ἐπεξῄει, καὶ παρεκάλει τὴν μητέρα τοὺς αὐτοὺς ἐκείνοις τίθεσθαι πολεμίους καὶ φίλους.
他列举了自己所享有的荣誉和对他们所立下的誓言,并劝导母亲把那些人的敌人和朋友,同样视为自己的敌人和朋友。
ἡ δὲ ἔτι λέγοντος ἀγανακτήσασα καὶ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνασχοῦσα, θεοὺς γενεθλίους ἐμαρτύρατο δύο μὲν ἤδη πρεσβείας γυναικῶν ἀπὸ Ῥώμης ἐν μεγάλοις ἐστάλθαι κακοῖς, ἐπὶ Τατίου βασιλέως καὶ Γαΐου Μαρκίου, τούτοιν δὲ Τάτιον μέν, ὄντα ξένον καὶ ἀληθῆ πολέμιον, ἐνδοῦναι ταῖς γυναιξὶν αἰδούμενον, Μάρκιον δʼ ὑπερορᾶν πρεσβείας γυναικῶν τοσῶνδε, καὶ τῆς γεγαμημένης καὶ μητρὸς ἐπὶ ταύταις.
但在他还在说话时,她便愤慨起来,举手向天,指着家族的神灵作证道,在面临重大灾难时,从罗马已经派出了两次妇女使节,分别是在塔提乌斯国王和盖乌斯·马尔基乌斯的时期。 在这两人中,塔提乌斯虽是外邦人和真正的敌人,却因敬畏妇女而作出了让步,而马尔基乌斯却蔑视如此多的妇女使节,甚至还有妻子和母亲也在其中。
ἄλλη μὲν οὖν,
ἔφη,
μηδεμία μήτηρ, ἀτυχοῦσα παιδός, ἐς ἀνάγκην ἀφίκοιτο προσπεσεῖν αὐτῷ· ἐγὼ δὲ καὶ τοῦτο ὑφίσταμαι· προκυλίσομαί σου.
“因此,”她说,“愿没有任何一个不幸于其子的母亲,被迫向他下跪;但我甚至承担了这一切:我将在你面前匍匐。
καὶ λέγουσα ἐς τὸ ἔδαφος ἑαυτὴν ἐρρίπτει.
” 她一边说,一边把自己扔在地上。
ὁ δὲ ἐδάκρυσέ τε καὶ ἀνεπήδα καὶ ἀντείχετο αὐτῆς, ὑπό τε τοῦ πάθους ἐξεφώνησε,
νικᾷς, ὦ μῆτερ, ἀλλὰ νίκην ἐξ ἧς τὸν υἱὸν ἀπολεῖς.
他流着泪跳了起来,扶住她,在情感的激动下喊道: “母亲,你赢了,但这是一场将要毁灭你儿子的胜利。
ταῦτα εἰπὼν ἀπῆγε τῆν στρατιὰν ὡς λόγον ἀποδώσων Οὐολούσκοις καὶ τὰ ἔθνη συναλλάξων· ἐλπίς τε ἦν ὅτι καὶ ταῦτα πείσει Οὐολούσκους.
” 说完这些,他撤回了军队,准备向沃尔斯奇人作出交代并让各族和解;人们也希望他能在这件事上说服沃尔斯奇人。
κατελεύσθη δὲ φθονούμενος παρὰ τοῦ στρατηγοῦ Ἀττίου. "
但他遭到将军阿提乌斯的嫉妒,被乱石打死。