§9.43.1ὁ γὰρ Εὐφράτης τὴν μὲν ἀρχὴν λαμβάνει τῆς συστάσεως ἐξ Ἀρμενίας, διαρρεῖ δὲ [τὸν] διὰ Συρίας καὶ τῶν ἑξῆς τόπων ὡς ἐπὶ Βαβυλωνίαν.
というのも、ユーフラテス川はその源流をアルメニアに発し、シリアおよびそれに続く地域を通り抜けてバビロニアの方へと流れているからである。
§9.43.2καὶ δοκεῖ μὲν εἰς τὴν Ἐρυθρὰν ἐμβάλλειν θάλατταν, οὐ μὴν ἔστι γε τοῦτο·
そして、この川は紅海に注ぐように見えるが、実際にはそうではない。
ταῖς γὰρ διώρυξι ταῖς ἐπὶ τὴν χώραν ἀγομέναις προεκδαπανᾶται πρὶν ἐκβολὴν εἰς θάλατταν πεποιῆσθαι.
なぜなら、耕作地へ引かれた運河によって、海への注ぎ口を形成する前にあらかじめ消費し尽くされてしまうからである。
§9.43.3διὸ καὶ συμβαίνει τὴν ὑπεναντίαν φύσιν ἔχειν τοῦτον τοῖς πλείστοις τῶν ποταμῶν.
それゆえ、この川は大半の川とは正反対の性質を持つことになる。
τοῖς μὲν γὰρ ἄλλοις αὔξεται τὸ ῥεῦμα, καθὼς ἂν πλείους διαφέρωνται τόπους, καὶ μέγιστοι μέν εἰσι κατὰ χειμῶνα, ταπεινότατοι δὲ κατὰ τὴν ἀκμὴν τοῦ θέρους·
他の川は、より多くの地域を流れ下るにつれて流量を増し、冬に最大となり、夏の盛りに最も水位が低くなる。
§9.43.4οὗτος δὲ καὶ πλεῖστος γίνεται τῷ ῥεύματι κατὰ κυνὸς ἐπιτολὴν καὶ μέγιστος ἐν τοῖς κατὰ Συρίαν τόποις, αἰεὶ δὲ προϊὼν ἐλάττων.
しかし、この川はシリウス星の昇る時期に流量が最大となり、シリア地方において最大となり、進むにつれて常に小さくなっていく。
§9.43.5αἴτιον δὲ τούτων ὅτι συμβαίνει τὴν μὲν αὔξησιν οὐκ ἐκ τῆς συρρύσεως τῶν χειμερινῶν ὄμβρων, ἀλλʼ ἐκ τῆς ἀνατήξεως τῶν χιόνων γίνεσθαι, τὴν δὲ μείωσιν διὰ τὰς ἐκτροπὰς τὰς ἐπὶ τὴν χώραν καὶ τὸν μερισμὸν αὐτοῦ τὸν ἐπὶ τὰς ἀρδεύσεις.
この原因は、増水が冬の雨の流入によるのではなく、雪解けによって起こるのに対し、減少は耕作地への分流と、灌漑のためのその分配によって起こるからである。
§9.43.6ᾗ καὶ τότε βραδεῖαν συνέβαινε γίνεσθαι τὴν κομιδὴν τῶν δυνάμεων, ἅτε καταγόμων μὲν ὄντων τῶν πλοίων, ταπεινοτάτου δὲ τοῦ ποταμοῦ καὶ τελέως βραχύ τι συνεργούσης τῆς τοῦ ῥεύματος βίας πρὸς τὸν πλοῦν.
それゆえ、当時、軍隊の輸送が遅延することになった。 船には荷が満載されており、川の水位はきわめて低く、川の流れの力が航行を助けることが完全にわずかでしかなかったからである。