§9.27.1καὶ θαυμαζόντων, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
そして、人々が驚いていることについては、私たちの側からの言及はこの程度にとどめておこう。
ἡ δὲ τῶν Ἀκραγαντίνων πόλις οὐ μόνον κατὰ τὰ προειρημένα διαφέρει τῶν πλείστων πόλεων, ἀλλὰ καὶ κατὰ τὴν ὀχυρότητα, καὶ μάλιστα κατὰ τὸ κάλλος καὶ τὴν κατασκευήν.
しかし、アクラガス市民の都市は、前述の点において大半の都市と異なっているだけでなく、その堅固さにおいても、そして何よりもその美しさと建造物において異なっている。
§9.27.2ἔκτισται μὲν γὰρ ἀπὸ θαλάττης ἐν ὀκτωκαίδεκα σταδίοις, ὥστε μηδενὸς ἀμοίρους εἶναι τῶν ἐκ ταύτης χρησίμων·
というのも、この都市は海から18スタディオンのところに建てられており、その結果、海からの有益なもののどれにもあずかれないということがないからである。
§9.27.3ὁ δὲ περίβολος αὐτῆς καὶ φύσει καὶ κατασκευῇ διαφερόντως ἠσφάλισται.
その外周は、自然によっても人為的な構築によっても、際立って強固に守られている。
§9.27.4κεῖται γὰρ τὸ τεῖχος ἐπὶ πέτρας ἀκροτόμου καὶ περιρρῶγος, ᾗ μὲν αὐτοφυοῦς, ᾗ δὲ χειροποιήτου, περιέχεται δὲ ποταμοῖς·
城壁は、ある部分は自然のまま、ある部分は人工のものであるが、切り立った四方が切り裂かれた岩の上に置かれており、また複数の川に囲まれている。
§9.27.5ῥεῖ γὰρ αὐτῆς παρὰ μὲν τὴν νότιον πλευρὰν ὁ συνώνυμος τῇ πόλει, παρὰ δὲ τὴν ἐπὶ τὰς δύσεις καὶ τὸν λίβα τετραμμένην ὁ προσαγορευόμενος Ὕψας.
すなわち、その南側には都市と同名の川が流れ、西および西南西に向いた側にはヒュプサスと呼ばれる川が流れている。
§9.27.6ἡ δʼ ἄκρα τῆς πόλεως ὑπέρκειται κατʼ αὐτὰς τὰς θερινὰς ἀνατολάς, κατὰ μὲν τὴν ἔξωθεν ἐπιφάνειαν ἀπροσίτῳ φάραγγι περιεχομένη, κατὰ δὲ τὴν ἐντὸς μίαν ἔχουσα πρόσοδον ἐκ τῆς πόλεως.
都市の砦は、ちょうど夏至の日の出の方向にそびえ立っており、外側の面においては近づきがたい渓谷に囲まれ、内側の面においては都市からのただ一つの進入路を有している。
§9.27.7ἐπὶ δὲ τῆς κορυφῆς Ἀθηνᾶς ἱερὸν ἔκτισται καὶ Διὸς Ἀταβυρίου, καθάπερ καὶ παρὰ Ῥοδίοις·
その頂上にはアテナの神殿と、ゼウス・アタビュリオスの神殿が建てられており、それはロドス島におけるのと同様である。
§9.27.8τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης, εἰκότως ὁ θεὸς οὗτος τὴν αὐτὴν ἔχει προσηγορίαν ἣν καὶ παρὰ τοῖς Ῥοδίοις.
というのも、アクラガスはロドス人によって植民されたので、当然ながらこの神はロドス人の間におけるのと同じ呼び名を持っているのであった。
§9.27.9κεκόσμηται δὲ καὶ τἄλλα μεγαλοπρεπῶς ἡ πόλις ναοῖς καὶ στοαῖς.
その都市は、他の点でも神殿や柱廊によって壮麗に装飾されている。
καὶ μὴν ὁ τοῦ Διὸς τοῦ Ὀλυμπίου νεὼς παντέλειαν μὲν οὐκ εἴληφε, κατὰ δὲ τὴν ἐπιβολὴν καὶ τὸ μέγεθος οὐδʼ ὁποίου τῶν κατὰ τὴν Ἑλλάδα δοκεῖ λείπεσθαι.
なかでも、オリンピアのゼウスの神殿は完成には至らなかったものの、その設計と大きさにおいては、ギリシアのどの神殿にも劣らないと思われる。
§9.27.10Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.
ポリュビオスによれば、その川と都市は、土地が肥沃であることからアクラゲスと名付けられた。
Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἀνάτῃ.
アガテュルナ、シケリアの都市。 ポリュビオスが第九巻で言及している。
§9.27.11ὁ δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν ἐκχωρεῖν εἰς Ἰταλίαν, ἐφʼ ᾧ λαμβάνοντας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τὴν Βρεττιανήν, κυρίους ὄντας ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι.
マルクスは、安全に関する保証を与えた上で、彼らをイタリアへと退去させることに同意させた。 その条件は、レギウムの人々から食糧の支給を受けつつブレッティア地方を略奪し、敵地から得た戦利品は彼らが所有するというものであった。