§8.4.1ὁ δὲ Μάρκος ἑξήκοντα σκάφεσι πεντηρικοῖς ἐποιεῖτο τὸν ἐπίπλουν ἐπὶ τὴν Ἀχραδίνην, ὧν ἕκαστον πλῆρες ἦν ἀνδρῶν ἐχόντων τόξα καὶ σφενδόνας καὶ γρόσφους, διʼ ὧν ἔμελλον τοὺς ἀπὸ τῶν ἐπάλξεων μαχομένους ἀναστέλλειν.
一方、マルクスは六十隻の五段櫂船でアクラディナへの海からの攻撃を行い、それらの船の各々は、弓や石投げや軽い投げ槍を手にした男たちで満ちており、彼らによって城壁から戦う敵を退けるつもりであった。
§8.4.2ἅμα δὲ τούτοις ὀκτὼ πεντήρεσι, παραλελυμέναις τοὺς ταρσούς, ταῖς μὲν τοὺς δεξιούς, ταῖς δὲ τοὺς εὐωνύμους, καὶ συνεζευγμέναις πρὸς ἀλλήλας σύνδυο κατὰ τοὺς ἐψιλωμένους τοίχους, προσῆγον πρὸς τὸ τεῖχος διὰ τῆς τῶν ἐκτὸς τοίχων εἰρεσίας τὰς λεγομένας σαμβύκας.
これらと同時に、彼らは、櫂の列を取り外された八隻の五段櫂船――あるものは右舷、あるものは左舷のそれを取り外され、それらの剥き出しになった船側同士で二隻ずつ結合されていたが――を用いて、外側の船側の漕ぎ手による漕行によって、いわゆる「サンブカ」を城壁へと近づけていった。
§8.4.3τὸ δὲ γένος τῆς κατασκευῆς τῶν εἰρημένων ὀργάνων ἐστὶ τοιοῦτο.
前述の装置の構造の仕組みは次のようなものである。
§8.4.4κλίμακα τῷ πλάτει τετράπεδον ἑτοιμάσαντες, ὥστʼ ἐξ ἀποβάσεως ἰσοϋψῆ γενέσθαι τῷ τείχει, ταύτης ἑκατέραν τὴν πλευρὰν δρυφακτώσαντες καὶ σκεπάσαντες ὑπερπετέσι θωρακίοις, ἔθηκαν πλαγίαν ἐπὶ τοὺς συμψαύοντας τοίχους τῶν συνεζευγμένων νεῶν, πολὺ προπίπτουσαν τῶν ἐμβόλων.
幅四フィートの梯子を用意し、船からの上陸に際して城壁と同じ高さになるようにし、この梯子の両側を手すりで囲んで上を覆う防護壁で保護した上で、彼らはそれを、結合された船の互いに接触している船側の上に平らに置き、船首よりもはるか前方に突き出させた。
§8.4.5πρὸς δὲ τοῖς ἱστοῖς ἐκ τῶν ἄνω μερῶν τροχιλίαι προσήρτηντο σὺν κάλοις.
そして、マストの上部には滑車が綱とともに取り付けられていた。
§8.4.6λοιπὸν ὅταν ἐγγίσωσι τῆς χρείας, ἐνδεδεμένων τῶν κάλων εἰς τὴν κορυφὴν τῆς κλίμακος, ἕλκουσι διὰ τῶν τροχιλιῶν τούτους ἑστῶτες ἐν ταῖς πρύμναις·
さて、それを使用すべき距離に近づいたとき、綱を梯子の先端に結びつけ、船尾に立った者たちが滑車を通してそれらを引く。
ἕτεροι δὲ παραπλησίως ἐν ταῖς πρώρραις ἐξερείδοντες ταῖς ἀντηρίσιν ἀσφαλίζονται τὴν ἄρσιν τοῦ μηχανήματος.
一方、他の者たちは同様に船首において、支柱で支えることによって装置の引き上げを確実にする。
§8.4.7κἄπειτα διὰ τῆς εἰρεσίας τῆς ἀφʼ ἑκατέρου τῶν ἐκτὸς ταρσῶν ἐγγίσαντες τῇ γῇ τὰς ναῦς, πειράζουσι προσερείδειν τῷ τείχει τὸ προειρημένον ὄργανον.
その後、外側の左右それぞれの櫂の列による漕行によって船を陸地に近づけ、前述の装置を城壁に立てかけようと試みる。
§8.4.8ἐπὶ δὲ τῆς κλίμακος ἄκρας ὑπάρχει πέτευρον ἠσφαλισμένον γέρροις τὰς τρεῖς ἐπιφανείας, ἐφʼ οὗ τέτταρες ἄνδρες ἐπιβεβηκότες ἀγωνίζονται, διαμαχόμενοι πρὸς τοὺς εἴργοντας ἀπὸ τῶν ἐπάλξεων τὴν πρόσθεσιν τῆς σαμβύκης.
梯子の先端には、三方を防盾で保護された足場があり、その上に乗った四人の男たちが、城壁からサンブカの設置を阻もうとする者たちと対抗して戦う。
§8.4.9ἐπὰν δὲ προσερείσαντες ὑπερδέξιοι γένωνται τοῦ τείχους, οὗτοι μὲν τὰ πλάγια τῶν γέρρων παραλύσαντες ἐξ ἑκατέρου τοῦ μέρους ἐπιβαίνουσιν ἐπὶ τὰς ἐπάλξεις ἢ τοὺς πύργους.
そして、彼らが装置を立てかけて城壁よりも高い位置に達すると、彼らは両側から防盾の側面を取り外し、城壁や塔の上へと乗り込んでいく。
§8.4.10οἱ δὲ λοιποὶ διὰ τῆς σαμβύκης ἕπονται τούτοις, ἀσφαλῶς τοῖς κάλοις βεβηκυίας τῆς κλίμακος εἰς ἀμφοτέρας τὰς ναῦς.
残りの者たちはサンブカを通って彼らに続く。 梯子は綱によって両方の船にしっかりと固定されているからである。
§8.4.11εἰκότως δὲ τὸ κατασκεύασμα τῆς προσηγορίας τέτευχε ταύτης·
この装置がこの名称を得たのは当然である。
ἐπειδὰν γὰρ ἐξαρθῇ, γίνεται τὸ σχῆμα τῆς νεὼς ταύτης καὶ τῆς κλίμακος ἑνοποιηθὲν παραπλήσιον σαμβύκῃ.
なぜなら、それが引き上げられたとき、結合された船と梯子の形状は、サンブカ(ハープ)に酷似したものとなるからである。