§8.37.1ἐξηριθμήσατο τοὺς δόμους·
彼は石の層を数え上げた。
ἦν γὰρ ὁ πύργος ἐκ συννόμων λίθων ᾠκοδομημένος, ὥστε καὶ λίαν εὐσυλλόγιστον εἶναι τὴν ἀπὸ γῆς τῶν ἐπάλξεων ἀπόστασιν. [συιδας ϝ. Συννόμων. ϝ. λιϝ. χχϝ, 23, 10. ]
というのも、塔は等しい大きさの石で建てられていたため、地面から胸壁までの距離を推し量ることが極めて容易であったからである。
§8.37.2μετὰ δέ τινας ἡμέρας αὐτομόλου διασαφήσαντος ὅτι θυσίαν ἄγουσι πάνδημον οἱ κατὰ τὴν πόλιν ἐφʼ ἡμέρας ἤδη τρεῖς Ἀρτέμιδι καὶ τοῖς μὲν σιτίοις λιτοῖς χρῶνται διὰ τὴν σπάνιν, τῷ δʼ οἴνῳ δαψιλεῖ, πολὺν μὲν Ἐπικύδους δεδωκότος πολὺν δὲ Συρακοσίων, τότε προσαναλαβὼν ὁ Μάρκος τὸ τεῖχος καθʼ ὃ μέρος ἦν ταπεινότερον καὶ νομίσας εἰκὸς εἶναι τοὺς ἀνθρώπους μεθύειν διὰ τὴν ἄνεσιν καὶ τὴν ἔνδειαν τῆς ξηρᾶς τροφῆς ἐπεβάλετο καταπειράζειν τῆς ἐλπίδος.
数日後、一人の脱走兵が、市内の人々がアルテミスを祝って既に三日間、全国的な祭りを催しており、物資の不足から食糧はわずかしか摂っていないものの、エピキュデスが大量に与え、またシラクサの人々も大量に与えたために、ワインはふんだんに飲んでいるということを報告した。 そのとき、マルクスは、壁がより低くなっている部分に再び注目し、人々が弛緩と固形食の不足のために酔っ払っている可能性が高いと考えて、望みを試みようと企てた。
§8.37.3ταχὺ δὲ κλιμάκων δυεῖν συντεθεισῶν εὐαρμόστων πρὸς τὸ τεῖχος, ἐγένετο περὶ τὰ συνεχῆ τῆς πράξεως καὶ τοῖς μὲν ἐπιτηδείοις πρὸς τὴν ἀνάβασιν καὶ τὸν ἐπιφανέστατον καὶ πρῶτον κίνδυνον ἐκοινολογεῖτο, περὶ τοῦ μέλλοντος μεγάλας ἐλπίδας αὐτοῖς ἐνδιδούς.
壁にぴったり合うはしごが二台速やかに組み立てられると、彼は作戦の次の段階に取り掛かり、登攀と、最も目立ちかつ最初の危険にふさわしい者たちに相談し、将来についての大きな希望を彼らに抱かせた。
§8.37.4τοὺς δὲ τούτοις ὑπουργήσοντας καὶ προσοίσοντας κλίμακας ἐξέλεξε διασαφῶν οὐδὲν πλὴν ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλόμενον.
彼は彼らを補助し、はしごを運ぶ者たちを選び出したが、彼らには命令に対して準備を整えておくこと以外には何も告げなかった。
πειθαρχησάντων δὲ κατὰ τὸ συνταχθὲν λαβὼν τὸν ἁρμόζοντα καιρὸν νυκτὸς ἤγειρε τοὺς πρώτους·
指示通りに従った後、彼は夜の適切な時を見計らって、最初の先遣隊を起こした。
§8.37.5προπέμψας δὲ τοὺς ἅμα ταῖς κλίμαξι μετὰ σημαίας καὶ χιλιάρχου καὶ προσαναμνήσας τῶν ἐσομένων δωρεῶν τοῖς ἀνδραγαθήσασι, μετὰ δὲ ταῦτα πᾶσαν τὴν δύναμιν ἐξεγείρας τοὺς μὲν πρώτους ἐν διαστήματι κατὰ σημαίαν ἐξαποστέλλει·
はしごを持った者たちを、部隊および千人隊長と共に先に行かせ、武勲を立てた者たちに与えられる予定の恩賞を思い出させ、その後に全軍を起こして、最初の者たちを間隔を空けて部隊ごとに派遣した。
§8.37.6γενομένων δὲ τούτων εἰς χιλίους βραχὺ διαλιπὼν αὐτὸς εἵπετο μετὰ τῆς ἄλλης στρατιᾶς.
これらが千人ほどになったとき、しばらくの間を置いて、彼自身が残りの軍勢を率いて後に続いた。
§8.37.7ἐπεὶ δʼ οἱ φέροντες τὰς κλίμακας ἔλαθον ἀσφαλῶς τῷ τείχει προσερείσαντες, ἐξ αὐτῆς ὥρμησαν ἀπροφασίστως οἱ πρὸς τὴν ἀνάβασιν ἀποτεταγμένοι.
はしごを運ぶ者たちが気づかれることなく安全にそれを壁に立てかけると、登攀のために配置されていた者たちが直ちにためらうことなく突入した。
§8.37.8λαθόντων δὲ καὶ τούτων καὶ στάντων ἐπὶ τοῦ τείχους βεβαίως, οὐκέτι κατὰ τὴν ἐξ ἀρχῆς τάξιν, ἀλλὰ κατὰ δύναμιν ἅπαντες ἀνέθεον διὰ τῶν κλιμάκων.
彼らもまた気づかれずに壁の上にしっかりと立つと、もはや最初の序列に従うことなく、全員が力の限りはしごを駆け上がった。
§8.37.9κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐπιπορευόμενοι τὴν ἐφοδείαν ἔρημον εὕρισκον·
最初、彼らが壁を進んでいくと、巡回路には誰もいなかった。
οἱ γὰρ εἰς τοὺς πύργους ἡθροισμένοι διὰ τὴν θυσίαν οἱ μὲν ἀκμὴν ἔπινον, οἱ δʼ ἐκοιμῶντο πάλαι μεθυσκόμενοι.
というのも、祭りのために塔に集まっていた者たちは、ある者はまだ酒を飲んでおり、他の者はすでに酔い潰れて眠っていたからである。
§8.37.10διὸ καὶ τοῖς μὲν πρώτοις καὶ τοῖς ἑξῆς ἐπιστάντες ἄφνω καὶ μεθʼ ἡσυχίας ἔλαθον τοὺς πλείστους αὐτῶν ἀποκτείναντες.
それゆえ、最初およびそれに続く者たちのところに突然かつ静かに立ち至り、彼らの大半を気づかれずに殺害した。
§8.37.11ἐπειδὴ δὲ τοῖς Ἑξαπύλοις ἤγγιζον καταβαίνοντες, ἐνῳκοδομημένην τὴν πρώτην πυλίδα διεῖλον, διʼ ἧς τόν τε στρατηγὸν καὶ τὸ λοιπὸν ἐδέξαντο στράτευμα.
彼らがヘクサピュラに近づいて下りていったとき、塞がれていた最初の小門を破壊し、そこから将軍と残りの軍勢を迎え入れた。
οὕτω δὴ τὰς Συρακούσας εἷλον Ῥωμαῖοι. [ξοδ. ωεσξηερι φολ. 100 ϝ. 341, 9 σς. ]
このようにして、ローマ軍はシラクサを攻略した。
§8.37.12οὐδενὸς ἐπεγνωκότος τῶν πολιτῶν τὸ συμβαῖνον διὰ τὴν ἀπόστασιν, ἅτε μεγάλης οὔσης τῆς πόλεως. [συιδας ϝ. Ἀπόστασις. ϝ. λιϝ. χχϝ, 24, 6. ]
τοὺς δὲ Ῥωμαίους θαρρεῖν συνέβαινε,
都市が広大であったため、距離の遠さから、市民の誰も何が起きているか気づかなかった。 一方、ローマ軍は自信を深めていた。
§8.37.13κρατοῦντας τοῦ περὶ τὰς Ἐπιπολὰς τόπου. [συιδας ϝ. Ἐπιπολάς. ϝ. λιϝ. χχϝ, 24, 9. ]
エピポライの周辺地域を制圧していたからである。