§8.2.1διʼ ὧν ὑπολαμβάνω τὸ πολλάκις ἐν ἀρχαῖς ἡμῖν τῆς πραγματείας εἰρημένον νῦν διʼ αὐτῶν τῶν ἔργων ἀληθινὴν λαμβάνειν πίστιν.
これら(の事実)によって、私がこの著作の最初においてしばしば述べていたことが、今や事実そのものによって真実の確証を得るにいたったと私は考える。
§8.2.2τοῦτο δʼ ἦν ὡς οὐχ οἷόν τε διὰ τῶν τὰς κατὰ μέρος ἱστορίας γραφόντων συνθεάσασθαι τὴν τῶν ὅλων οἰκονομίαν.
それはすなわち、個別の歴史を執筆する人々を通じては、全体の有機的な構成を見渡すことは不可能であるということである。
§8.2.3πῶς γὰρ ἐνδέχεται ψιλῶς αὐτὰς καθʼ αὑτὰς ἀναγνόντα τὰς Σικελικὰς ἢ τὰς Ἰβηρικὰς πράξεις, γνῶναι καὶ μαθεῖν ἢ τὸ μέγεθος τῶν γεγονότων ἢ τὸ συνέχον, τίνι τρόπῳ καὶ τίνι γένει πολιτείας τὸ παραδοξότατον καθʼ ἡμᾶς ἔργον ἡ τύχη συνετέλεσε;
なぜなら、単にシチリアやイベリアの事績を個別に読んだだけで、事象の偉大さや、それらを結びつけている核心、また運命がいかなる方法で、またいかなる国制によって、私たちの時代における最も驚異的な偉業を成し遂げたのかを、いかにして知り、学び取ることができようか。
§8.2.4τοῦτο δʼ ἔστι τὸ πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκουμένης ὑπὸ μίαν ἀρχὴν καὶ δυναστείαν ἀγαγεῖν, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός.
この偉業とは、これまで起こったことのない、知られている限りの世界のすべての地域を、単一の支配と主権の下に統合することである。
§8.2.5πῶς μὲν γὰρ εἷλον Συρακούσας Ῥωμαῖοι καὶ πῶς Ἰβηρίαν κατέσχον, οὐκ ἀδύνατον καὶ διὰ τῶν κατὰ μέρος ἐπὶ ποσὸν γνῶναι συντάξεων·
ローマ人がいかにしてシラクサを攻略し、いかにしてイベリアを掌握したかについては、個別の記述を通じても、ある程度までは知ることは不可能ではない。
§8.2.6πῶς δὲ τῆς ἁπάντων ἡγεμονίας καθίκοντο, καὶ τί πρὸς τὰς ὁλοσχερεῖς αὐτοῖς ἐπιβολὰς τῶν κατὰ μέρος ἀντέπραξε, καὶ τί πάλιν καὶ κατὰ τίνας καιροὺς συνήργησε, δυσχερὲς καταλαβεῖν ἄνευ τῆς καθόλου τῶν πράξεων ἱστορίας.
しかし、彼らがいかにして世界全体の覇権を手に入れたのか、そして彼らの全体的な企てに対して、個別の出来事の何が障害となり、逆に何が、いつ、どのように協力したのかについては、事績の全体的な歴史なしには理解することは困難である。
§8.2.7οὐ μὴν τὸ μέγεθος τῶν ἔργων οὐδὲ τὴν τοῦ πολιτεύματος δύναμιν εὐμαρὲς κατανοῆσαι διὰ τὰς αὐτὰς αἰτίας.
また、事績の偉大さや、その国制の力についても、同じ理由から容易に理解することはできない。
§8.2.8τὸ γὰρ ἀντιποιήσασθαι Ῥωμαίους Ἰβηρίας ἢ πάλιν Σικελίας, καὶ στρατεῦσαι πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν, αὐτὸ καθʼ αὑτὸ λεγόμενον οὐκ ἂν εἴη θαυμαστόν.
ローマ人がイベリアや、あるいはシチリアの領有を主張し、陸海軍の兵力をもって遠征したこと自体は、単独で語られるならば、驚くべきことではないだろう。
§8.2.9ἅμα δὲ τούτων συμβαινόντων καὶ πολλαπλασίων ἄλλων κατὰ τὸν αὐτὸν καιρὸν ἐπιτελουμένων ἐκ τῆς αὐτῆς ἀρχῆς καὶ πολιτείας, καὶ θεωρουμένων ὁμοῦ τούτοις τῶν κατὰ τὴν ἰδίαν χώραν ὑπαρχουσῶν περιστάσεων καὶ πολέμων περὶ τοὺς ἅπαντα τὰ προειρημένα χειρίζοντας, §8.2.10οὕτως ἂν εἴη μόνως σαφῆ τὰ γεγονότα καὶ θαυμαστὰ καὶ μάλιστʼ ἂν οὕτως τυγχάνοι τῆς ἁρμοζούσης ἐπιστάσεως.
しかし、これらのことが同時に起こり、それより何倍もの他のことが、同じ支配権と国家から同時代に遂行され、これらと同時に、前述のすべての事柄を処理していた人々を取り巻く、彼ら自身の国内における危機や戦争が共に観察されるとき、そのようにして初めて、起こった事象は明白かつ驚異的なものとなり、そのようにしてこそ、最もふさわしい注目を受けることができるのである。
§8.2.11ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ὑπολαμβάνοντας διὰ τῆς τῶν κατὰ μέρος συντάξεως ἐμπειρίαν ποιήσασθαι τῆς καθολικῆς καὶ κοινῆς ἱστορίας.
それゆえ、個別の歴史記述を通じて、全体的かつ共通の歴史についての知識を得ることができると考えている人々に対して、このことを述べておく。
[ξοδ. υρβ. φολ. 102 εχξ. αντ. π. 196. ]
[ウルビノ写本102葉、古代抜粋集196頁]