Humanitext Reader

ポリュビオス · 歴史 §8.14.1-8.14.11

フィリッポスによるアクロリッソスとリッソスの攻略

573 / 1311 箇所 · ギリシア語

要旨

フィリッポスは誘い出しの計略を用いてアクロリッソスの守備兵を平地に誘い出し、伏兵を使ってこれを破り、アクロリッソスとリッソスの双方を攻略して周囲のイリュリア地方を屈服させた。

§8.14.1τινὰ τελέως εἰς αὐτὸν ἀπένειμαν φυλακήν.
それに対して完全にわずかな守備兵しか配置していなかった。
διόπερ ἅμα τῷ συνεγγίζειν τοὺς Μακεδόνας εὐθέως ἐκ τῆς πόλεως ἐξεχέοντο, θαρροῦντες ἐπί τε τῷ πλήθει καὶ ταῖς τῶν τόπων ὀχυρότησι.
それゆえ、マケドニア兵が近づくやいなや、彼らは自らの多さとその場所の堅固さを頼みにして、直ちに都市から流れ出てきた。
§8.14.2τοὺς μὲν οὖν πελταστὰς ὁ βασιλεὺς ἐν τοῖς ἐπιπέδοις ἐπέστησε, τοῖς δὲ κούφοις παρήγγειλε προβαίνειν πρὸς τοὺς λόφους καὶ συμπλέκεσθαι πρὸς τοὺς πολεμίους ἐρρωμένως.
王はペルタスタイを平地に配置し、軽装兵には丘へと進んで敵と激しく交戦するよう命じた。
ποιούντων δὲ τὸ παραγγελθέν, §8.14.3ἐπὶ ποσὸν μὲν ὁ κίνδυνος πάρισος ἦν μετὰ δὲ ταῦτα καὶ ταῖς δυσχωρίαις εἴξαντες οἱ παρὰ τοῦ Φιλίππου καὶ τῷ πλήθει τῶν πολεμίων ἐτράπησαν.
彼らが命じられた通りに行動すると、しばらくの間は戦況は拮抗していたが、その後、地形の険しさと敵の多さに屈して、フィリッポス側の兵たちは敗走した。
§8.14.4καταφυγόντων δὲ τούτων εἰς τοὺς πελταστὰς οἱ μὲν ἐκ τῆς πόλεως καταφρονήσαντες προῄεσαν καὶ συγκαταβάντες ἐν τοῖς ἐπιπέδοις προσεμάχοντο τοῖς πελτασταῖς·
彼らがペルタスタイのもとへと逃げ込むと、都市から出てきた者たちは敵を侮ってさらに進み、平地に下りてきてペルタスタイと交戦した。
§8.14.5οἱ δὲ τὸν Ἀκρόλισσον φυλάττοντες, θεωροῦντες τὸν Φίλιππον ἐκ διαδοχῆς ταῖς σπείραις ἐπὶ πόδα ποιούμενον τὴν ἀναχώρησιν, καὶ δόξαντες τοῖς ὅλοις αὐτὸν εἴκειν, ἔλαθον ἐκκληθέντες διὰ τὸ πιστεύειν τῇ φύσει τοῦ τόπου, §8.14.6κἄπειτα κατʼ ὀλίγους ἐκλιπόντες τὸν Ἀκρόλισσον κατέρρεον ταῖς ἀνοδίαις εἰς τοὺς ὁμαλοὺς καὶ πεδινοὺς τόπους, ὡς ἤδη τινὸς ὠφελείας καὶ τροπῆς τῶν πολεμίων ἐσομένης.
一方、アクロリッソスを守っていた者たちは、フィリッポスが部隊を次々に交代させながら整然と退却を行っているのを見て、彼が全面的に敗退しているのだと思い込み、その場所の自然の地形を信頼していたために、気づかぬうちに誘い出され、その後、少しずつアクロリッソスを離れ、道なき道を通って平坦な平地へと流れ落ちていった。 すでに敵の敗走によって何らかの戦利品が得られると考えたからである。
§8.14.7κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ τὰς ἐνέδρας ἐκ τῆς μεσογαίας διειληφότες ἀφανῶς ἐξαναστάντες ἐνεργὸν ἐποιήσαντο τὴν ἔφοδον·
このとき、内陸部で待ち伏せをしていた者たちが密かに立ち上がり、猛烈な攻撃を仕掛けた。
ἅμα δὲ τούτοις ἐκ μεταβολῆς οἱ πελτασταὶ συνεπέθεντο τοῖς ὑπεναντίοις.
同時に、ペルタスタイも反転して敵に襲いかかった。
§8.14.8οὗ συμβάντος διαταραχθέντες οἱ μὲν ἐκ τοῦ Λίσσου σποράδην ποιούμενοι τὴν ἀναχώρησιν διεσῴζοντο πρὸς τὴν πόλιν, οἱ δὲ τὸν Ἀκρόλισσον ἐκλιπόντες ἀπετμήθησαν ὑπὸ τῶν ἐκ τῆς ἐνέδρας ἐξαναστάντων.
これが起こると動揺が生じ、リッソスから来た者たちは散り散りになって退却し、都市へと逃げ込んで命を救ったが、アクロリッソスを離れた者たちは、待ち伏せから立ち上がった者たちによって退路を絶たれた。
§8.14.9διὸ καὶ συνέβη τὸ μὲν ἀνέλπιστον, τὸν Ἀκρόλισσον παραχρῆμα ληφθῆναι χωρὶς κινδύνων, τὸν δὲ Λίσσον τῇ κατὰ πόδας ἡμέρᾳ μετὰ μεγάλων ἀγώνων, ποιησαμένων τῶν Μακεδόνων ἐνεργοὺς καὶ καταπληκτικὰς προσβολάς.
その結果、思いがけないことが起こった。 すなわち、アクロリッソスは危険を冒すことなく直ちに奪取され、リッソスは、マケドニア人が猛烈で凄まじい強襲を行った結果、翌日に激しい戦闘の末に奪取されたのである。
Φίλιππος μὲν οὖν, §8.14.10παραδόξως ἐγκρατὴς γενόμενος τῶν προειρημένων τόπων, ἅπαντας τοὺς πέριξ ὑποχειρίους ἐποιήσατο διὰ ταύτης τῆς πράξεως, ὥστε τοὺς πλείστους τῶν Ἰλλυριῶν ἐθελοντὴν ἐπιτρέπειν αὐτῷ τὰς πόλεις·
こうしてフィリッポスは、思いがけず前述の地を支配下に収めたことで、この行動によって周囲のすべての者たちを屈服させ、イリュリア人の大部分が自発的に自らの都市を彼に委ねるほどであった。
§8.14.11οὐδεμία γὰρ ὀχυρότης ἔτι πρὸς τὴν Φιλίππου βίαν οὐδʼ ἀσφάλεια τοῖς ἀντιταττομένοις προυφαίνετο, κεκρατημένων μετὰ βίας τῶν προειρημένων ὀχυρωμάτων. [ξοδ. υρβ. φολ. 107 εχξ. αντ. π. 199. ]
なぜなら、前述の要塞が力ずくで攻略された今、対抗する者たちにとって、フィリッポスの武力に対抗できる堅固さも安全もはや見出せなかったからである。

語釈・文法注

  1. 8.14.1τινὰ τελέως εἰς αὐτὸν ἀπένειμαν φυλακήν — 直前の章(§8.13.9)の末尾にある形容詞 μετρίαν(わずかな、控えめな)が、本章冒頭の τινὰ ... φυλακήν と結びついて「完全にわずかばかりの守備兵を」という一続きの句を構成している。章の区切りによって語句が分割されている点に注意を要する。
  2. 8.14.5ἔλαθον ἐκκληθέντες — 動詞 λανθάνω と受動態分詞 ἐκκληθέντες(ἐκκαλέω のアオリスト受動分詞)が結びつき、「彼らは気づかぬうちに(無意識のうちに)誘い出された」という主体の無自覚な状態を表す慣用的表現を形成している。
  3. 8.14.6ὡς ἤδη τινὸς ὠφελείας καὶ τροπῆς τῶν πολεμίων ἐσομένης — 接続詞 ὡς が属格独立構文(τινὸς ὠφελείας καὶ τροπῆς ... ἐσομένης、未来時制)を導き、主節の主語であるアクロリッソスの守備兵たちが抱いた主観的な理由や見込み(「すでに敵の敗走とそれに伴う利益が生じるものと信じて」)を提示している。
  4. 8.14.9διὸ καὶ συνέβη τὸ μὲν ἀνέλπιστον, τὸν Ἀκρόλισσον παραχρῆμα ληφθῆναι χωρὶς κινδύνων, τὸν δὲ Λίσσον τῇ κατὰ πόδας ἡμέρᾳ μετὰ μεγάλων ἀγώνων — 非人称動詞 συνέβη の主語として「τὸ μὲν ἀνέλπιστον」(予期せぬこと)が置かれ、その具体的内容が対格不定詞構文「τὸν Ἀκρόλισσον ... ληφθῆναι」によって説明されている。さらに、後半の並行関係にある対格名詞句「τὸν δὲ Λίσσον...」の部分でも、同一の不定詞 ληφθῆναι が共通の動詞として省略されているため、これを補って「リッソスは翌日、激しい戦闘の末に(奪取された)」と対称的に解釈する。

この箇所を引用する

ポリュビオス, 歴史 §8.14.1-8.14.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.14.1-8.14.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。