§8.13.1πάλαι δὲ τῇ διανοίᾳ περὶ τὸν Λίσσον καὶ τὸν Ἀκρόλισσον ὤν, καὶ σπουδάζων ἐγκρατὴς γενέσθαι τῶν τόπων τούτων, ὥρμησε μετὰ τῆς δυνάμεως·
かねてより心の中でリッソスとアクロリッソスのことを考え、これらの地を支配下に収めることを熱望していた彼は、軍勢を率いて出発した。
ποιησάμενος δὲ τὴν πορείαν ἐπὶ δύʼ ἡμέρας, §8.13.2καὶ διελθὼν τὰ στενά, κατέζευξε παρὰ τὸν Ἀρδάξανον ποταμόν, οὐ μακρὰν τῆς πόλεως.
そして2日間にわたる行軍を行い、隘路を通過して、都市から遠からぬアルダクサノス川のほとりに陣を敷いた。
§8.13.3θεωρῶν δὲ τόν τε τοῦ Λίσσου περίβολον καὶ τὰ πρὸς τῇ θαλάττῃ καὶ τὰ πρὸς τὴν μεσόγαιον ἠσφαλισμένον διαφερόντως καὶ φύσει καὶ κατασκευῇ, τόν τε παρακείμενον Ἀκρόλισσον αὐτῷ καὶ διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ διὰ τὴν ἄλλην ἐρυμνότητα τοιαύτην ἔχοντα φαντασίαν ὥστε μηδʼ ἂν ἐλπίσαι μηδένα κατὰ κράτος ἑλεῖν, τῆς μὲν περὶ τοῦτον ἐλπίδος ἀπέστη τελέως, τῆς δὲ πόλεως οὐ λίαν ἀπήλπισε.
彼は、リッソスの市壁の囲い、また海に面した部分も内陸に面した部分も、自然の地形と防衛施設の双方によって格段に堅固に守られていることを見て、また、その都市に隣接するアクロリッソスが、高くそびえ立っていることやその他の堅固さのゆえに、誰も力攻めで攻略することを期待すらできないような外観を呈しているのを見て、アクロリッソスに関する希望は完全に断念したが、都市についてはそれほど絶望しなかった。
§8.13.4συνθεωρήσας δὲ τὸ μεταξὺ διάστημα τοῦ Λίσσου καὶ τοῦ κατὰ τὸν Ἀκρόλισσον πρόποδος σύμμετρον ὑπάρχον πρὸς τὴν ἐπιβολὴν τὴν κατὰ τῆς πόλεως, κατὰ τοῦτο διενοήθη συστησάμενος ἀκροβολισμὸν χρήσασθαι στρατηγήματι πρὸς τὸ παρὸν οἰκείῳ.
リッソスとアクロリッソスの麓との間にある空間が、都市に対する攻撃にとって適当な広さであることを観察すると、彼はこの場所において小競り合いを組織し、現在の状況に適した計略を用いることを決意した。
§8.13.5δοὺς δὲ μίαν ἡμέραν πρὸς ἀνάπαυσιν τοῖς Μακεδόσι, καὶ παρακαλέσας ἐν αὐτῇ τὰ πρέποντα τῷ καιρῷ, τὸ μὲν πολὺ μέρος καὶ χρησιμώτατον τῶν εὐζώνων ἔτι νυκτὸς εἴς τινας φάραγγας ὑλώδεις ἔκρυψε κατὰ τὸν ἐπὶ τῆς μεσογαίου τόπον ὑπὲρ τὸ προειρημένον διάστημα,
マケドニア人たちに休息のために1日を与え、その間に彼らを状況にふさわしい言葉で鼓舞すると、彼は軽装兵の大部分、かつ最も有用な者たちを、まだ夜のうちに、前述の空間の上方にある内陸の場所の、木々の生い茂ったいくつかの谷間に潜ませた。
§8.13.6τοὺς δὲ πελταστὰς εἰς τὴν ἐπαύριον ἔχων καὶ τὸ λοιπὸν μέρος τῶν εὐζώνων ἐπὶ θάτερα τῆς πόλεως κατὰ θάλατταν ἐχρῆτο τῇ πορείᾳ.
そして翌日、軽装盾兵と残りの軽装兵を率いて、都市の反対側の海に沿って進軍した。
§8.13.7περιελθὼν δὲ τὴν πόλιν, καὶ γενόμενος κατὰ τὸν προειρημένον τόπον, δῆλος ἦν ὡς ταύτῃ ποιησόμενος τὴν πρὸς τὴν πόλιν ἀνάβασιν.
都市を迂回して前述の場所に到達すると、彼はそこから都市への登攀を行うつもりであることが明白であった。
§8.13.8οὐκ ἀγνοουμένης δὲ τῆς τοῦ Φιλίππου παρουσίας ἦν πλῆθος ἱκανὸν ἐξ ἁπάσης τῆς πέριξ Ἰλλυρίδος εἰς τὸν Λίσσον ἡθροισμένον·
フィリッポスの到来は知られていなかったわけではないので、周辺のイリュリア全土から十分な数の人々がリッソスに集まっていた。
§8.13.9τῷ μὲν γὰρ Ἀκρολίσσῳ διὰ τὴν ὀχυρότητα πιστεύοντες μετρίαν
というのも、彼らはアクロリッソスに対してはその堅固さのゆえに信頼を置いており、わずかな……