§8.10.1ταύτην δὲ τήν τε πικρίαν καὶ τὴν ἀθυρογλωττίαν τοῦ συγγραφέως τίς οὐκ ἂν ἀποδοκιμάσειεν;
この歴史家のこのような辛辣さと毒舌を、誰が非難せずにいられるだろうか。
§8.10.2οὐ γὰρ μόνον ὅτι μαχόμενα λέγει πρὸς τὴν αὑτοῦ πρόθεσιν ἄξιός ἐστιν ἐπιτιμήσεως, ἀλλὰ καὶ διότι κατέψευσται τοῦ τε βασιλέως καὶ τῶν φίλων, καὶ μάλιστα διότι τὸ ψεῦδος αἰσχρῶς καὶ ἀπρεπῶς διατέθειται.
なぜなら、彼は自分自身の意図と矛盾することを語っているという点において非難に値するだけでなく、王と友人たちを中傷したという点、そして何よりもその嘘を醜くかつ不作法に提示したという点において非難に値するからである。
§8.10.3εἰ γὰρ περὶ Σαρδαναπάλλου τις ἢ τῶν ἐκείνου συμβιωτῶν ἐποιεῖτο τοὺς λόγους, μόλις ἂν ἐθάρρησε τῇ κακορρημοσύνῃ ταύτῃ χρήσασθαι·
なぜなら、もし誰かがサルダナパロスやその取り巻きについて語っていたのだとしても、このような悪口をあえて用いる勇気は辛うじて持てたかどうかであろう。
οὗ τὴν ἐν τῷ βίῳ προαίρεσιν καὶ τὴν ἀσέλγειαν διὰ τῆς ἐπιγραφῆς τῆς ἐπὶ τοῦ τάφου τεκμαιρόμεθα.
我々は彼の生涯の志向と放縦さを、その墓碑銘によって推し量るのである。
§8.10.4λέγει γὰρ ἡ [ἐπι]γραφή,
ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα καὶ μετʼ ἔρωτος
τέρπνʼ ἔπαθον.
なぜなら、碑文はこう語っているからである。 「私が食べ、奔放に振る舞い、愛とともに快楽を味わったもの、これらのみを私は持っている」。
§8.10.5περὶ δὲ Φιλίππου καὶ τῶν ἐκείνου φίλων εὐλαβηθείη τις ἂν οὐχ οἷον εἰς μαλακίαν καὶ ἀνανδρίαν, ἔτι δʼ ἀναισχυντίαν λέγειν, ἀλλὰ τοὐναντίον μήποτʼ ἐγκωμιάζειν ἐπιβαλλόμενος οὐ δυνηθῇ καταξίως εἰπεῖν τῆς ἀνδρείας καὶ φιλοπονίας καὶ συλλήβδην τῆς ἀρετῆς τῶν προειρημένων ἀνδρῶν·
しかし、フィリッポスとその友人たちに関しては、軟弱さや臆病さ、さらには破廉恥さを口にすることなど思いもよらないことであり、それどころか、彼らを賛美しようと試みても、先述の男たちの勇気や勤勉さ、総じてその徳にふさわしい形で語ることができないのではないかと危惧するほどである。
§8.10.6οἵ γε προφανῶς ταῖς σφετέραις φιλοπονίαις καὶ τόλμαις ἐξ ἐλαχίστης μὲν βασιλείας ἐνδοξοτάτην καὶ μεγίστην τὴν Μακεδόνων ἀρχὴν κατεσκεύασαν·
彼らは明らかに、自らの勤勉さと大胆さによって、極めて小さな王国から、最も名誉ある最大の、マケドニア人の帝国を築き上げたのである。
§8.10.7χωρὶς δὲ τῶν ἐπὶ Φιλίππου πράξεων αἱ μετὰ τὸν ἐκείνου θάνατον ἐπιτελεσθεῖσαι μετʼ Ἀλεξάνδρου πᾶσιν ὁμολογουμένην τὴν ἐπʼ ἀρετῇ φήμην παραδεδώκασι περὶ αὐτῶν.
フィリッポスの時代の業績は別としても、彼の死後にアレクサンドロスとともに成し遂げられた業績が、彼らの徳に対する万人の認める名声を伝えている。
§8.10.8μεγάλην γὰρ ἴσως μερίδα θετέον τῷ προεστῶτι τῶν ὅλων Ἀλεξάνδρῳ, καίπερ ὄντι νέῳ παντελῶς, οὐκ ἐλάττω μέντοι γε τοῖς συνεργοῖς καὶ φίλοις,
なぜなら、全体の指導者であったアレクサンドロスには、きわめて若かったとはいえ、大いなる取り分を帰すべきであるが、その協力者や友人たちに対しても、それに劣らぬものを帰すべきだからである。
§8.10.9οἳ πολλαῖς μὲν καὶ παραδόξοις μάχαις ἐνίκησαν τοὺς ὑπεναντίους, πολλοὺς δὲ καὶ παραβόλους ὑπέμειναν πόνους καὶ κινδύνους καὶ ταλαιπωρίας, πλείστης δὲ περιουσίας κυριεύσαντες καὶ πρὸς ἁπάσας τὰς ἐπιθυμίας πλείστης εὐπορήσαντες ἀπολαύσεως, οὔτε κατὰ τὴν σωματικὴν δύναμιν οὐδέποτε διὰ ταῦτʼ ἠλαττώθησαν, οὔτε κατὰ τὰς ψυχικὰς ὁρμὰς οὐδὲν ἄδικον οὐδʼ ἀσελγὲς ἐπετήδευσαν,
彼らは、数多くの驚くべき戦いで敵に勝利し、多くの過酷で危険な労苦や困難に耐え抜き、極めて莫大な富を手にしてあらゆる欲望を満たす豊かな享受を十分に得たにもかかわらず、そのために肉体的な能力において衰えることも決してなければ、精神的な衝動において不義や放縦に走ることも一切なかった。
§8.10.10ἅπαντες δʼ, ὡς ἔπος εἰπεῖν, βασιλικοὶ καὶ ταῖς μεγαλοψυχίαις καὶ ταῖς σωφροσύναις καὶ ταῖς τόλμαις ἀπέβησαν, Φιλίππῳ καὶ μετʼ Ἀλεξάνδρῳ συμβιώσαντες.
そして、彼らは皆、言わば王者のようであり、フィリッポスと、また後にはアレクサンドロスとともに生きたことで、その気高さ、節制、そして勇気において優れた者となった。
ὧν οὐδὲν ἂν δέοι μνημονεύειν ἐπʼ ὀνόματος.
彼らの名を一人ずつ挙げて言及する必要はないであろう。
§8.10.11μετὰ δὲ τὸν Ἀλεξάνδρου θάνατον οὕτω περὶ τῶν πλείστων μερῶν τῆς οἰκουμένης ἀμφισβητήσαντες παραδόσιμον ἐποίησαν τὴν ἑαυτῶν δόξαν ἐν
また、アレクサンドロスの死後、世界の大部分をめぐってそのように争い、自らの名声を後世に伝えるものとした、数多くの記録において。
§8.10.12πλείστοις ὑπομνήμασιν ὥστε τὴν μὲν Τιμαίου τοῦ συγγραφέως πικρίαν, ᾗ κέχρηται κατʼ Ἀγαθοκλέους τοῦ Σικελίας δυνάστου, καίπερ ἀνυπέρβλητον εἶναι δοκοῦσαν, ὅμως λόγον ἔχειν — ὡς γὰρ κατʼ ἐχθροῦ καὶ πονηροῦ καὶ τυράννου διατίθεται τὴν κατηγορίαν — τὴν δὲ Θεοπόμπου μηδʼ ὑπὸ λόγον πίπτειν.
その結果、歴史家ティマイオスがシケリアの支配者アガトクレスに対して用いた辛辣さは、たとえ凌駕しがたいものと思われるにせよ、それでもなお一理ある――彼は敵、悪人、僭主に対して告発を行っているからである――が、テオポンポスの辛辣さは全く道理に合わないのである。