§7.11.1ἐγὼ δὲ κατὰ τὸ παρὸν ἐπιστήσας τὴν διήγησιν βραχέα βούλομαι διαλεχθῆναι περὶ Φιλίππου, διὰ τὸ ταύτην τὴν ἀρχὴν γενέσθαι τῆς εἰς τοὔμπαλιν μεταβολῆς αὐτοῦ καὶ τῆς ἐπὶ χεῖρον ὁρμῆς καὶ μεταθέσεως.
私は、現時点において叙述を中断し、フィリッポスについて少し語りたいと思う。 なぜなら、これが彼の逆方向への変化、および悪化への衝動と転向の始まりとなったからである。
§7.11.2δοκεῖ γάρ μοι τοῖς καὶ κατὰ βραχὺ βουλομένοις τῶν πραγματικῶν ἀνδρῶν περιποιεῖσθαι τὴν ἐκ τῆς ἱστορίας διόρθωσιν ἐναργέστατον εἶναι τοῦτο παράδειγμα.
というのも、歴史から得られる教訓をわずかであっても身につけたいと願う実務的な人々にとって、これは最も明瞭な例であると思われるからである。
§7.11.3καὶ γὰρ διὰ τὸ τῆς ἀρχῆς ἐπιφανὲς καὶ διὰ τὸ τῆς φύσεως λαμπρὸν ἐκφανεστάτας συμβαίνει καὶ γνωριμωτάτας γεγονέναι πᾶσι τοῖς Ἕλλησι τὰς εἰς ἑκάτερον τὸ μέρος ὁρμὰς τοῦ βασιλέως τούτου, παραπλησίως δὲ καὶ τὰ συνεξακολουθήσαντα ταῖς ὁρμαῖς ἑκατέραις ἐκ παραθέσεως.
なぜなら、その地位の顕著さと天性の輝かしさのゆえに、この王の、二つの方向のいずれへの傾倒も、全ギリシア人にとって最も明白かつ最もよく知られたものとなっており、同様にまた、それぞれの傾倒に伴った結果も、対比的に(最もよく知られたものと)なっているからである。
§7.11.4ὅτι μὲν οὖν αὐτῷ μετὰ τὸ παραλαβεῖν τὴν βασιλείαν τά τε κατὰ Θετταλίαν καὶ Μακεδονίαν καὶ συλλήβδην τὰ κατὰ τὴν ἰδίαν ἀρχὴν οὕτως ὑπετέτακτο καὶ συνέκλινε ταῖς εὐνοίαις ὡς οὐδενὶ τῶν πρότερον βασιλέων, καίτοι νέῳ ὄντι παραλαβόντι τὴν Μακεδόνων δυναστείαν, εὐχερὲς καταμαθεῖν ἐκ τούτων.
さて、彼が王位を継承した後に、テッサリアやマケドニアの状況、そして要するに彼自身の支配領域の状況が、彼に対して、以前のどの王に対してもなかったほどに従順であり、かつ好意を寄せていたことは、彼が若くしてマケドニア人の支配権を継承したにもかかわらず、以下のことから容易に知ることができる。
§7.11.5συνεχέστατα γὰρ αὐτοῦ περισπασθέντος ἐκ Μακεδονίας διὰ τὸν πρὸς Αἰτωλοὺς καὶ Λακεδαιμονίους πόλεμον, οὐχ οἷον ἐστασίασέ τι τῶν προειρημένων ἐθνῶν, ἀλλʼ οὐδὲ τῶν περιοικούντων ἐτόλμησε βαρβάρων οὐδεὶς ἅψασθαι τῆς Μακεδονίας.
というのも、アイトリア人およびラケダイモン人との戦争のために彼がマケドニアから非常に頻繁に引き離されたにもかかわらず、上述の諸民族のいずれも反乱を起こさなかったばかりか、近隣の異民族の誰もマケドニアに手を出すことさえ敢えてしなかったからである。
§7.11.6καὶ μὴν περὶ τῆς Ἀλεξάνδρου καὶ Χρυσογόνου καὶ τῶν ἄλλων φίλων εὐνοίας καὶ προθυμίας εἰς αὐτὸν οὐδʼ ἂν εἰπεῖν τις δύναιτʼ ἀξίως.
さらに、アレクサンドロスやクリュソゴノス、その他の友人たちの、彼に対する好意と熱意については、誰も十分に語ることができないほどである。
τὴν δὲ Πελοποννησίων καὶ Βοιωτῶν, §7.11.7ἅμα δὲ τούτοις Ἠπειρωτῶν, Ἀκαρνάνων, ὅσων ἑκάστοις ἀγαθῶν ἐν βραχεῖ χρόνῳ παραίτιος ἐγένετο.
他方で、ペロポネソス人やボイオティア人の(好意と熱意については)、さらにはこれらとともにエペイロス人やアカナニア人に関しても、彼が短期間のうちに各々にとってどれほど多くの善きことの原因となったことか。
§7.11.8καθόλου γε μήν, εἰ δεῖ μικρὸν ὑπερβολικώτερον εἰπεῖν, οἰκειότατʼ ἂν οἶμαι περὶ Φιλίππου τοῦτο ῥηθῆναι, διότι κοινός τις οἷον ἐρώμενος ἐγένετο τῶν Ἑλλήνων διὰ τὸ τῆς αἱρέσεως εὐεργετικόν.
しかし全体として、もし少し誇張して言うことが許されるなら、フィリッポスについて次のように言うのが最もふさわしいと私は思う。 すなわち、彼の政策の恩恵深さのゆえに、彼はギリシア人たちに共通の愛される者のようになった、と。
§7.11.9ἐκφανέστατον δὲ καὶ μέγιστον δεῖγμα περὶ τοῦ τί δύναται προαίρεσις καλοκἀγαθικὴ καὶ πίστις, τὸ πάντας Κρηταιεῖς συμφρονήσαντας καὶ τῆς αὐτῆς μετασχόντας συμμαχίας ἕνα προστάτην ἑλέσθαι τῆς νήσου Φίλιππον, καὶ ταῦτα συντελεσθῆναι χωρὶς ὅπλων καὶ κινδύνων, ὃ πρότερον οὐ ῥᾳδίως ἂν εὕροι τις γεγονός.
高潔な方針と信頼がどれほどの力を持つかを示す最も明白かつ最大の証拠は、すべてのクレータ人が一致団結し、同一の同盟に加わって、フィリッポスをその島の唯一の守護者に選んだことであり、しかもこれが武器や危険を伴わずに成し遂げられたことである。 これ以前にこのようなことが起きたのを見出すのは容易ではないだろう。
§7.11.10ἀπὸ τοίνυν τῶν κατὰ Μεσσηνίους ἐπιτελεσθέντων ἅπαντα τὴν ἐναντίαν ἐλάμβανε διάθεσιν αὐτῷ·
それゆえ、メッセニア人に関して行われた事柄から、すべてが彼にとって正反対の方向に向かい始めた。
καὶ τοῦτο συνέβαινε κατὰ λόγον·
そして、これは当然のことであった。
§7.11.11τραπεὶς γὰρ ἐπὶ τὴν ἀντικειμένην προαίρεσιν τῇ πρόσθεν, καὶ ταύτῃ προστιθεὶς ἀεὶ τἀκόλουθον, ἔμελλε καὶ τὰς τῶν ἄλλων διαλήψεις περὶ αὑτοῦ τρέψειν εἰς τἀναντία καὶ ταῖς τῶν πραγμάτων συντελείαις ἐγκυρήσειν ἐναντίαις ἢ πρότερον.
というのも、以前とは正反対の方針へと転じ、この方針に常にそれに付随する事柄を付け加えていったため、彼は自分に対する他者の評価をも正反対へと転じさせ、また諸事の結末も以前とは逆のものに直面することになるはずだったからである。
§7.11.12ὃ καὶ συνέβη γενέσθαι.
そして、実際にそうなったのである。
δῆλον δὲ τοῦτʼ ἔσται τοῖς προσέχουσιν ἐπιμελῶς διὰ τῶν ἑξῆς ῥηθησομένων πράξεων.
このことは、以下に述べられる諸々の出来さに注意深く目を向ける人々にとって、明らかになるであろう。
[εχξ. πειρ. π. 13. ]
[ペイレシウス断片集 p.13]