§6.24.1ἐξ ἑκάστου δὲ τῶν προειρημένων γενῶν πλὴν τῶν νεωτάτων ἐξέλεξαν ταξιάρχους ἀριστίνδην δέκα.
前述の年齢層のそれぞれから、最も若い者たちを除いて、最も優秀な者を十名ずつ百人隊長として選出した。
μετὰ δὲ τούτους ἑτέραν ἐκλογὴν ἄλλων δέκα ποιοῦνται.
これらに続いて、彼らはさらに別の十名の選出を行った。
§6.24.2καὶ τούτους μὲν ἅπαντας προσηγόρευσαν ταξιάρχους, ὧν ὁ πρῶτος αἱρεθεὶς καὶ συνεδρίου κοινωνεῖ·
そして彼らはこれら全員を百人隊長と呼んだ。 そのうち最初に選ばれた者は軍事会議にも参画する。
προσεκλέγονται δʼ οὗτοι πάλιν αὐτοὶ τοὺς ἴσους οὐραγούς.
また彼ら自身が、さらにそれと同数の後衛将校をそれぞれ選出する。
§6.24.3ἑξῆς δὲ τούτοις μετὰ τῶν ταξιάρχων διεῖλον τὰς ἡλικίας, ἑκάστην εἰς δέκα μέρη, πλὴν τῶν γροσφομάχων·
これらに続いて、彼らは百人隊長たちとともに、軽装兵を除いた各年齢層をそれぞれ十の部分に分割した。
καὶ προσένειμαν ἑκάστῳ μέρει τῶν ἐκλεχθέντων ἀνδρῶν δύʼ ἡγεμόνας καὶ δύʼ οὐραγούς.
そして、選出された男たちの中から、各部分に二人の指揮官と二人の後衛将校を割り当てた。
§6.24.4τῶν δὲ γροσφομάχων τοὺς ἐπιβάλλοντας κατὰ τὸ πλῆθος ἴσους ἐπὶ πάντα τὰ μέρη διένειμαν.
また、軽装兵については、その総数に応じて配分されるべき者を、すべての部分に等しく分配した。
§6.24.5καὶ τὸ μὲν μέρος ἕκαστον ἐκάλεσαν καὶ τάγμα καὶ σπεῖραν καὶ σημαίαν, τοὺς δʼ ἡγεμόνας κεντυρίωνας καὶ ταξιάρχους.
そしてそれぞれの部分を、「隊」、「中隊」、あるいは「旗」と呼び、指揮官たちを「百人隊長」あるいは「戦術指揮官」と呼んだ。
§6.24.6οὗτοι δὲ καθʼ ἑκάστην σπεῖραν ἐκ τῶν καταλειπομένων ἐξέλεξαν αὐτοὶ δύο τοὺς ἀκμαιοτάτους καὶ γενναιοτάτους ἄνδρας σημαιαφόρους.
そしてこれらの指揮官たちは、各中隊において、残りの者たちの中から、最も頑健で勇敢な二人の男を旗手として自ら選出した。
§6.24.7δύο δὲ καθʼ ἕκαστον τάγμα ποιοῦσιν ἡγεμόνας εἰκότως·
各部隊に二人の指揮官を置くのは当然のことである。
ἀδήλου γὰρ ὄντος καὶ τοῦ ποιῆσαι καὶ τοῦ παθεῖν τι τὸν ἡγεμόνα, τῆς πολεμικῆς χρείας οὐκ ἐπιδεχομένης πρόφασιν, οὐδέποτε βούλονται τὴν σπεῖραν χωρὶς ἡγεμόνος εἶναι καὶ προστάτου.
なぜなら、指揮官が何かをなすか、あるいは何かを被るかは予測しがたく、また戦時における要求はいかなる口実も許さないため、中隊が指揮官や指導者なしで放置されることを、彼らは決して望まないからである。
§6.24.8παρόντων μὲν οὖν ἀμφοτέρων ὁ μὲν πρῶτος αἱρεθεὶς ἡγεῖται τοῦ δεξιοῦ μέρους τῆς σπείρας, ὁ δὲ δεύτερος τῶν εὐωνύμων ἀνδρῶν τῆς σημαίας ἔχει τὴν ἡγεμονίαν·
したがって、両者が健在である場合には、最初に選ばれた者が中隊の右翼部分を率い、二番目に選ばれた者が左翼の兵士たちの指揮を執る。
μὴ παρόντων δʼ ὁ καταλειπόμενος ἡγεῖται πάντων.
しかし、一方が不在の場合には、残された者が全体を率いる。
§6.24.9βούλονται δʼ εἶναι τοὺς ταξιάρχους οὐχ οὕτως θρασεῖς καὶ φιλοκινδύνους ὡς ἡγεμονικοὺς καὶ στασίμους καὶ βαθεῖς μᾶλλον ταῖς ψυχαῖς, οὐδʼ ἐξ ἀκεραίου προσπίπτειν ἢ κατάρχεσθαι τῆς μάχης, ἐπικρατουμένους δὲ καὶ πιεζομένους ὑπομένειν καὶ ἀποθνήσκειν ὑπὲρ τῆς χώρας.
彼らはまた、百人隊長たちが向こう見ずで危険を好む者であるよりは、統率力があり、沈着冷静で、むしろ思慮深い精神の持ち主であることを望んでいる。 また、不用意に突撃したり戦いを始めたりするのではなく、圧倒され窮地に追い込まれたときでも、踏みとどまり、祖国のために死ぬ者であることを望んでいる。