§6.23.1τοῖς γε μὴν δευτέροις μὲν κατὰ τὴν ἡλικίαν, ἁστάτοις δὲ προσαγορευομένοις, παρήγγειλαν φέρειν πανοπλίαν.
年齢で二番目の者たち、すなわちハスタティと呼ばれる者たちには、重装を身につけるよう命じた。
§6.23.2ἔστι δʼ ἡ Ῥωμαϊκὴ πανοπλία πρῶτον μὲν θυρεός — οὗ τὸ μὲν πλάτος ἐστὶ τῆς κυρτῆς ἐπιφανείας πένθʼ ἡμιποδίων, τὸ δὲ μῆκος ποδῶν τεττάρων, τὸ δʼ ἐπʼ ἴτυος πάχος ἔτι καὶ παλαιστιαῖον —
ローマの重装は、まず第一に大きな盾である。 その湾曲した表面の幅は二フィート半、長さは四フィートであり、縁における厚さは一掌幅ある。
§6.23.3ἐκ διπλοῦ σανιδώματος ταυροκόλλῃ πεπηγώς, ὀθονίῳ, μετὰ δὲ ταῦτα μοσχείῳ δέρματι περιείληται τὴν ἐκτὸς ἐπιφάνειαν.
それは膠で接着された二重の板からできており、外面は亜麻布、さらにその上から子牛の皮で覆われている。
§6.23.4ἔχει δὲ περὶ τὴν ἴτυν ἐκ τῶν ἄνωθεν καὶ κάτωθεν μερῶν σιδηροῦν σιάλωμα, διʼ οὗ τάς τε καταφορὰς τῶν μαχαιρῶν ἀσφαλίζεται καὶ τὰς πρὸς τὴν γῆν ἐξερείσεις.
また、その縁の上下の部分には鉄の縁金がはめられており、これによって剣の振り下ろしから身を守るとともに、盾を地面に突き立てた際の摩耗を防いでいる。
§6.23.5προσήρμοσται δʼ αὐτῷ καὶ σιδηρᾶ κόγχος, ἣ τὰς ὁλοσχερεῖς ἀποστέγει πληγὰς λίθων καὶ σαρισῶν καὶ καθόλου βιαίων βελῶν.
さらに、これには鉄製のボスが取り付けられており、石やサリサ、その他すべての強力な投射物による決定的な打撃を受け流す。
§6.23.6ἅμα δὲ τῷ θυρεῷ μάχαιρα·
盾とともに剣を携える。
ταύτην δὲ περὶ τὸν δεξιὸν φέρει μηρόν, καλοῦσι δʼ αὐτὴν Ἰβηρικήν.
この剣は右の太ももの脇に帯び、これを「イベリアの剣」と呼ぶ。
§6.23.7ἔχει δʼ αὕτη κέντημα διάφορον καὶ καταφορὰν ἐξ ἀμφοῖν τοῖν μεροῖν βίαιον διὰ τὸ τὸν ὀβελίσκον αὐτῆς ἰσχυρὸν καὶ μόνιμον εἶναι.
この剣は、その刀身が強固で頑丈であるため、極めて優れた刺突力を持ち、両刃による強力な斬撃を可能にする。
§6.23.8πρὸς δὲ τούτοις ὑσσοὶ δύο καὶ περικεφαλαία χαλκῆ καὶ προκνημίς.
これらに加えて、二本の投槍、青銅の兜、そして脛当てがある。
τῶν δʼ ὑσσῶν εἰσιν οἱ μὲν παχεῖς, οἱ δὲ λεπτοί.
投槍には太いものと細いものがある。
§6.23.9τῶν δὲ στερεωτέρων οἱ μὲν στρογγύλοι παλαιστιαίαν ἔχουσι τὴν διάμετρον, οἱ δὲ τετράγωνοι τὴν πλευράν.
より頑丈なもののうち、断面が丸いものは直径が一掌幅あり、四角いものは一辺が一掌幅ある。
οἵ γε μὴν λεπτοὶ σιβυνίοις ἐοίκασι συμμέτροις, οὓς φοροῦσι μετὰ τῶν προειρημένων.
一方、細いものは中型の狩猟用槍に似ており、これを上記の武具とともに携行する。
§6.23.10ἁπάντων δὲ τούτων τοῦ ξύλου τὸ μῆκός ἐστιν ὡς τρεῖς πήχεις.
これらすべての木柄の長さは約三キュビトである。
προσήρμοσται δʼ ἑκάστοις βέλος σιδηροῦν ἀγκιστρωτόν, ἴσον ἔχον τὸ μῆκος τοῖς ξύλοις·
それぞれに「返し」のついた鉄の穂先が取り付けられており、その長さは木柄と同じである。
§6.23.11οὗ τὴν ἔνδεσιν καὶ τὴν χρείαν οὕτως ἀσφαλίζονται βεβαίως, ἕως μέσων τῶν ξύλων ἐνδιδέντες καὶ πυκναῖς ταῖς λαβίσι καταπερονῶντες, ὥστε πρότερον ἢ τὸν δεσμὸν ἐν ταῖς χρείαις ἀναχαλασθῆναι τὸν σίδηρον θραύεσθαι, καίπερ ὄντα τὸ πάχος ἐν τῷ πυθμένι καὶ τῇ πρὸς τὸ ξύλον συναφῇ τριῶν ἡμιδακτυλίων·
彼らはこの接合と実用上の強度を、鉄の部分を木柄の半ばまで差し込み、数多くの鋲でしっかりと留めることで、極めて頑丈に確保している。 そのため、根元や木柄との接合部における厚さが一指半もあるにもかかわらず、使用時に接合部が緩むよりも先に、鉄の方が折れてしまうほどである。
ἐπὶ τοσοῦτον καὶ τοιαύτην πρόνοιαν ποιοῦνται τῆς ἐνδέσεως.
彼らはこれほどまでに、細心の配慮を払って接合を行っている。
§6.23.12ἐπὶ δὲ πᾶσι τούτοις προσεπικοσμοῦνται πτερίνῳ στεφάνῳ καὶ πτεροῖς φοινικοῖς ἢ μέλασιν ὀρθοῖς τρισίν,
これらすべてのほかに、彼らはさらに羽毛の飾り冠と、三本の直立した赤または黒の羽毛によって装飾される。
§6.23.13ὡς πηχυαίοις τὸ μέγεθος, ὧν προστεθέντων κατὰ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δʼ ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοις.
その長さは一キュビトほどであり、これらが他の武具とともに頭頂部に加わると、兵士はその体躯が二倍になったかのように見え、その姿は美しく、かつ敵に対して威圧感を与える。
§6.23.14οἱ μὲν οὖν πολλοὶ προσλαβόντες χάλκωμα σπιθαμιαῖον πάντῃ πάντως, ὃ προστίθενται μὲν πρὸ τῶν στέρνων, καλοῦσι δὲ καρδιοφύλακα, τελείαν ἔχουσι τὴν καθόπλισιν·
大多数の者は、胸の前に当てる四方一掌の青銅板を追加で身につけ、これを彼らは「心臓保護具」と呼んでいるが、これによってその武装を完結させる。
§6.23.15οἱ δʼ ὑπὲρ τὰς μυρίας τιμώμενοι δραχμὰς ἀντὶ τοῦ καρδιοφύλακος σὺν τοῖς ἄλλοις ἁλυσιδωτοὺς περιτίθενται θώρακας.
財産評価が一万ドラクマを超える者たちは、心臓保護具の代わりに、他の武具とともに鎖帷子を身につける。
§6.23.16ὁ δʼ αὐτὸς τρόπος τῆς καθοπλίσεώς ἐστι καὶ περὶ τοὺς πρίγκιπας καὶ τριαρίους, πλὴν ἀντὶ τῶν ὑσσῶν οἱ τριάριοι δόρατα φοροῦσιν.
この武装の方式はプリンキペスやトリアリイについても同様であるが、ただしトリアリイは投槍の代わりに長槍を携行する。