§6.23.1τοῖς γε μὴν δευτέροις μὲν κατὰ τὴν ἡλικίαν, ἁστάτοις δὲ προσαγορευομένοις, παρήγγειλαν φέρειν πανοπλίαν.
至于年龄居第二位、被称为“青年兵”的人,他们则命令其配备全套重武装。
§6.23.2ἔστι δʼ ἡ Ῥωμαϊκὴ πανοπλία πρῶτον μὲν θυρεός — οὗ τὸ μὲν πλάτος ἐστὶ τῆς κυρτῆς ἐπιφανείας πένθʼ ἡμιποδίων, τὸ δὲ μῆκος ποδῶν τεττάρων, τὸ δʼ ἐπʼ ἴτυος πάχος ἔτι καὶ παλαιστιαῖον —
罗马人的全套重武装首先是大盾,其弯曲表面的宽度为两英尺半,长度为四英尺,边缘处的厚度则有一掌宽。
§6.23.3ἐκ διπλοῦ σανιδώματος ταυροκόλλῃ πεπηγώς, ὀθονίῳ, μετὰ δὲ ταῦτα μοσχείῳ δέρματι περιείληται τὴν ἐκτὸς ἐπιφάνειαν.
它由双层木板用牛皮胶粘合而成,外表面先裹上麻布,随后再包上小牛皮。
§6.23.4ἔχει δὲ περὶ τὴν ἴτυν ἐκ τῶν ἄνωθεν καὶ κάτωθεν μερῶν σιδηροῦν σιάλωμα, διʼ οὗ τάς τε καταφορὰς τῶν μαχαιρῶν ἀσφαλίζεται καὶ τὰς πρὸς τὴν γῆν ἐξερείσεις.
其边缘的上下部分都包有铁边,由此既可以抵御剑的砍击,也可以防止盾牌抵在地上时受损。
§6.23.5προσήρμοσται δʼ αὐτῷ καὶ σιδηρᾶ κόγχος, ἣ τὰς ὁλοσχερεῖς ἀποστέγει πληγὰς λίθων καὶ σαρισῶν καὶ καθόλου βιαίων βελῶν.
盾牌上还装有铁制的盾毂,它可以挡开石块、长枪以及所有威力巨大的投射物的致命打击。
§6.23.6ἅμα δὲ τῷ θυρεῷ μάχαιρα· ταύτην δὲ περὶ τὸν δεξιὸν φέρει μηρόν, καλοῦσι δʼ αὐτὴν Ἰβηρικήν.
随同大盾一起的还有一把剑;他们将它佩戴在右大腿旁,称之为“伊比利亚剑”。
§6.23.7ἔχει δʼ αὕτη κέντημα διάφορον καὶ καταφορὰν ἐξ ἀμφοῖν τοῖν μεροῖν βίαιον διὰ τὸ τὸν ὀβελίσκον αὐτῆς ἰσχυρὸν καὶ μόνιμον εἶναι.
这种剑由于其剑身坚固且不易变形,因而具有极佳的刺击能力,并且双刃都能进行有力的砍杀。
§6.23.8πρὸς δὲ τούτοις ὑσσοὶ δύο καὶ περικεφαλαία χαλκῆ καὶ προκνημίς.
除此之外,还有两支投枪、一顶青铜头盔和一只护胫。
τῶν δʼ ὑσσῶν εἰσιν οἱ μὲν παχεῖς, οἱ δὲ λεπτοί.
在这些投枪中,有些是粗的,有些是细的。
§6.23.9τῶν δὲ στερεωτέρων οἱ μὲν στρογγύλοι παλαιστιαίαν ἔχουσι τὴν διάμετρον, οἱ δὲ τετράγωνοι τὴν πλευράν.
在较粗的投枪中,圆柱形的直径有一掌宽,方柱形的边长也是一掌宽。
οἵ γε μὴν λεπτοὶ σιβυνίοις ἐοίκασι συμμέτροις, οὓς φοροῦσι μετὰ τῶν προειρημένων.
至于那些细的,则类似于中等大小的猎枪,他们将其与上述兵器一同携带。
§6.23.10ἁπάντων δὲ τούτων τοῦ ξύλου τὸ μῆκός ἐστιν ὡς τρεῖς πήχεις.
无论是哪一种,其木柄的长度大约都是三肘。
προσήρμοσται δʼ ἑκάστοις βέλος σιδηροῦν ἀγκιστρωτόν, ἴσον ἔχον τὸ μῆκος τοῖς ξύλοις·
每支投枪都配有带倒钩的铁制枪尖,其长度与木柄相同。
§6.23.11οὗ τὴν ἔνδεσιν καὶ τὴν χρείαν οὕτως ἀσφαλίζονται βεβαίως, ἕως μέσων τῶν ξύλων ἐνδιδέντες καὶ πυκναῖς ταῖς λαβίσι καταπερονῶντες, ὥστε πρότερον ἢ τὸν δεσμὸν ἐν ταῖς χρείαις ἀναχαλασθῆναι τὸν σίδηρον θραύεσθαι, καίπερ ὄντα τὸ πάχος ἐν τῷ πυθμένι καὶ τῇ πρὸς τὸ ξύλον συναφῇ τριῶν ἡμιδακτυλίων·
他们通过将铁尖插至木柄中部并用密集的铆钉将其穿透固定,从而极其牢固地确保了其连接和使用的安全性,以至于在实际使用中,尽管铁尖在底部及与木柄连接处的厚度达一指半,但铁件本身折断也会发生在连接处松动之前。
ἐπὶ τοσοῦτον καὶ τοιαύτην πρόνοιαν ποιοῦνται τῆς ἐνδέσεως.
他们对连接的处理就是如此周密和注重。
§6.23.12ἐπὶ δὲ πᾶσι τούτοις προσεπικοσμοῦνται πτερίνῳ στεφάνῳ καὶ πτεροῖς φοινικοῖς ἢ μέλασιν ὀρθοῖς τρισίν, §6.23.13ὡς πηχυαίοις τὸ μέγεθος, ὧν προστεθέντων κατὰ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δʼ ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοις.
在所有这些装备之外,他们还额外装饰有羽毛冠以及三根直立的、红色或黑色的羽毛,其长度大约有一肘;当这些羽毛与其余装备一同装在头顶上时,兵士看起来仿佛比实际高出一倍,其外表既美观又对敌人具有威慑力。
§6.23.14οἱ μὲν οὖν πολλοὶ προσλαβόντες χάλκωμα σπιθαμιαῖον πάντῃ πάντως, ὃ προστίθενται μὲν πρὸ τῶν στέρνων, καλοῦσι δὲ καρδιοφύλακα, τελείαν ἔχουσι τὴν καθόπλισιν·
大多数普通士兵还会额外配备一块四方各一跨宽的青铜板,他们将其置于胸前,并称之为“护心镜”,由此完成了他们的完整武装。
§6.23.15οἱ δʼ ὑπὲρ τὰς μυρίας τιμώμενοι δραχμὰς ἀντὶ τοῦ καρδιοφύλακος σὺν τοῖς ἄλλοις ἁλυσιδωτοὺς περιτίθενται θώρακας.
而财产估值在一万德拉克马以上的人,则在其他装备之外,用链甲代替护心镜穿在身上。
§6.23.16ὁ δʼ αὐτὸς τρόπος τῆς καθοπλίσεώς ἐστι καὶ περὶ τοὺς πρίγκιπας καὶ τριαρίους, πλὴν ἀντὶ τῶν ὑσσῶν οἱ τριάριοι δόρατα φοροῦσιν.
这种武装方式对于“主力兵”和“后备兵”也同样适用,唯独后备兵不携带投枪,而是携带长枪。