§6.22.1καὶ τοῖς μὲν νεωτάτοις παρήγγειλαν μάχαιραν φορεῖν καὶ γρόσφους καὶ πάρμην. §6.22.2ἡ δὲ πάρμη καὶ δύναμιν ἔχει τῇ κατασκευῇ καὶ μέγεθος ἀρκοῦν πρὸς ἀσφάλειαν· περιφερὴς γὰρ οὖσα τῷ σχήματι τρίπεδον ἔχει τὴν διάμετρον. §6.22.3προσεπικοσμεῖται δὲ καὶ λιτῷ περικεφαλαίῳ· ποτὲ δὲ λυκείαν ἤ τι τῶν τοιούτων ἐπιτίθεται, σκέπης ἅμα καὶ σημείου χάριν, ἵνα τοῖς κατὰ μέρος ἡγεμόσι προκινδυνεύοντες ἐρρωμένως καὶ μὴ διάδηλοι γίνωνται. §6.22.4τὸ δὲ τῶν γρόσφων βέλος ἔχει τῷ μὲν μήκει τὸ ξύλον ὡς ἐπίπαν δίπηχυ, τῷ δὲ πάχει δακτυλιαῖον, τὸ δὲ κέντρον σπιθαμιαῖον, κατὰ τοσοῦτον ἐπὶ λεπτὸν ἐξεληλασμένον καὶ συνωξυσμένον ὥστε κατʼ ἀνάγκην εὐθέως ἀπὸ τῆς πρώτης ἐμβολῆς κάμπτεσθαι καὶ μὴ δύνασθαι τοὺς πολεμίους ἀντιβάλλειν· εἰ δὲ μή, κοινὸν γίνεται τὸ βέλος.
そして最も若い者たちには、剣と投槍と丸盾を携行するように命じた。丸盾はその構造において頑丈であり、安全のために十分な大きさを備えている。というのも、形状は円形であり、その直径は三フィートあるからである。さらに彼らは簡素な兜を着用する。また、時には保護と同時に目印とするために、狼の皮かそれに類するものをその上に被る。これは、彼らが最前線で危険に身を晒す際、勇敢に戦っているかどうかが、それぞれの指揮官に明確に識別できるようにするためである。投槍という武器は、その木製の柄の長さが概ね二キュビトで、太さは指一本分であり、その鉄の穂先は一スパンの長さがあるが、これが極めて薄く叩き伸ばされ、鋭く研ぎ澄まされているため、最初の衝撃で必然的にすぐに曲がってしまい、敵がそれを投げ返すことができなくなる。そうでなければ、その武器は双方で共用されることになってしまうからである。