Humanitext Reader

ポリュビオス · 歴史 §5.82.1-5.82.13

ラフィアの戦いにおける両軍の戦闘配置

446 / 1311 箇所 · ギリシア語

要旨

5日間の対峙の後、プトレマイオスとアンティオコスは戦闘を決意し、それぞれの軍勢(歩兵、騎兵、象兵)を左右の翼や中央に詳細な陣形をもって配置した。

§5.82.1οἱ δὲ βασιλεῖς πένθʼ ἡμέρας ἀντιστρατοπεδεύσαντες ἀλλήλοις, ἔγνωσαν ἀμφότεροι διὰ μάχης κρίνειν τὰ πράγματα.
両方の王は五日間にわたって互いに対峙して陣を敷いた後、ともに戦闘によって決着をつけることを決意した。
§5.82.2καταρχομένων δὲ τῶν περὶ τὸν Πτολεμαῖον κινεῖν τὴν δύναμιν ἐκ τοῦ χάρακος, εὐθέως οἱ περὶ τὸν Ἀντίοχον ἀντεξῆγον.
プトレマイオスの軍勢が陣営から軍を動かし始めると、すぐにアンティオコスの軍勢も応じて出撃させた。
καὶ τὰς μὲν φάλαγγας ἀμφότεροι καὶ τοὺς ἐπιλέκτους τοὺς εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους κατὰ πρόσωπον ἀλλήλων ἔταξαν,
そして両者は、ファランクスと、マケドニア風に武装した精鋭部隊を、互いに対面するように配置した。
§5.82.3τὰ δὲ κέρατα Πτολεμαίῳ μὲν ἑκάτερα τουτονὶ συνίστατο τὸν τρόπον.
プトレマイオス側では、両翼は次のように構成されていた。
Πολυκράτης μὲν εἶχε μετὰ τῶν ὑφʼ ἑαυτὸν ἱππέων τὸ λαιὸν κέρας·
すなわち、ポリュクラテスが自身の配下の騎兵とともに左翼を指揮していた。
§5.82.4τούτου δὲ καὶ τῆς φάλαγγος μεταξὺ Κρῆτες ἦσαν παρʼ αὐτοὺς τοὺς ἱππεῖς, ἑξῆς δὲ τούτοις τὸ βασιλικὸν ἄγημα, μετὰ δὲ τούτους οἱ μετὰ Σωκράτους πελτασταί, συνάπτοντες τοῖς Λίβυσι τοῖς εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένοις.
この左翼騎兵とファランクスの間には、まさにその騎兵たちの傍らにクレタ人たちがおり、これらに続いて王属親衛隊が、さらにこれらにはソクラテス率いるペルタスタイが、マケドニア風に武装したリビア人たちに接する形で配置されていた。
§5.82.5ἐπὶ δὲ τοῦ δεξιοῦ κέρως Ἐχεκράτης ἦν ὁ Θετταλός, ἔχων τοὺς ὑφʼ αὑτὸν ἱππεῖς·
一方、右翼にはテッサリア人のエケクラテスがおり、自身の配下の騎兵を率いていた。
παρὰ δὲ τοῦτον ἐκ τῶν εὐωνύμων. §5.82.6ἵσταντο Γαλάται καὶ Θρᾷκες·
そして彼の傍ら、左側には、ガラティア人とトラキア人が位置していた。
ἑξῆς δὲ τούτοις Φοξίδας εἶχε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους, συνάπτοντας τοῖς τῶν Αἰγυπτίων φαλαγγίταις.
これらに続いてポクシダスがギリシアからの傭兵たちを率いており、これらはエジプト人のファランクス兵たちに接していた。
§5.82.7τῶν δὲ θηρίων τὰ μὲν τετταράκοντα κατὰ τὸ λαιὸν ἦν, ἐφʼ οὗ Πτολεμαῖος αὐτὸς ἔμελλε ποιεῖσθαι τὸν κίνδυνον, τὰ δὲ τριάκοντα καὶ τρία πρὸ τοῦ δεξιοῦ κέρατος ἐτέτακτο κατʼ αὐτοὺς τοὺς μισθοφόρους ἱππεῖς.
戦象のうち、四十頭は左翼に配置され、その左翼においてプトレマイオス自身が戦闘に加わることになっていた。 また、三十三頭は右翼の前面、まさにその傭兵騎兵たちの前に配置されていた。
§5.82.8Ἀντίοχος δὲ τοὺς μὲν ἑξήκοντα τῶν ἐλεφάντων, ἐφʼ ὧν ἦν Φίλιππος ὁ σύντροφος αὐτοῦ, πρὸ τοῦ δεξιοῦ κέρατος προέστησε, καθʼ ὃ ποιεῖσθαι τὸν κίνδυνον αὐτὸς ἔμελλε πρὸς τοὺς περὶ τὸν Πτολεμαῖον·
一方、アンティオコスは、自身の乳兄弟であるフィリッポスが指揮する六十頭の象を右翼の前面に立たせた。 その右翼において、彼は自身でプトレマイオスの軍勢に対して戦闘を行うことになっていた。
§5.82.9τούτων δὲ κατόπιν δισχιλίους μὲν ἱππεῖς τοὺς ὑπʼ Ἀντίπατρον ταττομένους ἐπέστησε, δισχιλίους δʼ ἐν ἐπικαμπίῳ παρενέβαλε. §5.82.10παρὰ δὲ τοὺς ἱππεῖς ἐν μετώπῳ τοὺς Κρῆτας ἔστησε·
これら象の後方には、アンティパトロスの指揮下に配置された二千人の騎兵を置き、さらに二千人を屈折陣として配置した。
τούτοις δʼ ἑξῆς ἔταξε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους·
そして、騎兵の傍らの正面にクレタ人たちを配置し、これらに続いてギリシアからの傭兵たちを配置した。
μετὰ δὲ τούτων καὶ τῶν εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένων τοὺς μετὰ Βυττάκου τοῦ Μακεδόνος ὄντας πεντακισχιλίους παρενέβαλε.
そして、これら傭兵とマケドニア風に武装した者たちの間に、マケドニア人ビュッタコスに率いられた五千人の部隊を配置した。
§5.82.11τῆς δʼ εὐωνύμου τάξεως ἐπʼ αὐτὸ μὲν τὸ κέρας ἔθηκε δισχιλίους ἱππεῖς, ὧν ἡγεῖτο Θεμίσων, παρὰ δὲ τούτους Κάρδακας καὶ Λυδοὺς ἀκοντιστάς, ἑξῆς δὲ τούτοις τοὺς ὑπὸ Μενέδημον εὐζώνους, ὄντας εἰς τρισχιλίους,
左翼の陣形においては、その翼の最端にテミソンが率いる二千人の騎兵を配置し、これらの傍らにカルダケスとリュディア人の槍投げ兵を、これらに続いてメネデモスが率いる約三千人の軽装兵を配置した。
§5.82.12μετὰ δὲ τούτους Κισσίους καὶ Μήδους καὶ Καρμανίους, παρὰ δὲ τούτους Ἄραβας ἅμα τοῖς προσχώροις, συνάπτοντας τῇ φάλαγγι.
さらにこれらの後にキッシア人、メディア人、カルマニア人を、これらの傍らにアラビア人とその周辺住民を、ファランクスに接する形で配置した。
§5.82.13τὰ δὲ κατάλοιπα τῶν θηρίων τοῦ λαιοῦ κέρατος προεβάλετο, τῶν βασιλικῶν τινα γεγονότα παίδων ἐπιστήσας Μυΐσκον.
また、残りの象たちを左翼の前面に配置し、王の侍童出身の一人であるミュイスコスをその指揮官に任命した。

語釈・文法注

  1. 5.82.4συνάπτοντας — 文脈上、主格の οἱ πελτασταί に一致して主格複数形の συνάπτοντες になるべき箇所だが、対格複数形の συνάπτοντας になっている。これはポリュビオスにしばしば見られる格の不一致(近くの対格名詞への同化、あるいは文の構造が緩やかになった結果)の一例である。なお、§5.82.6 および §5.82.12 でも同様の構造で対格 συνάπτοντας が使われている。
  2. 5.82.9ἐν ἐπικαμπίῳ — 軍事技術用語で、戦列の端を敵の包囲から保護するため、あるいは敵の側面を包囲するために「角度をつけて折れ曲がった(屈折した)形」に部隊を配置することを意味する。
  3. 5.82.13τῶν βασιλικῶν τινα γεγονότα παίδων — 完了分詞 γεγονότα(γίγνομαι の分詞)は属格の τῶν βασιλικῶν παίδων(王の小姓、侍童)を支配し、「王の小姓出身の者」を意味する。不定代名詞 τινα は Μυΐσκον と同格であり、ミュイスコスの出自を説明している。

この箇所を引用する

ポリュビオス, 歴史 §5.82.1-5.82.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.82.1-5.82.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。