§5.57.1Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν οἰκείαν, καὶ διαφεὶς τὰς δυνάμεις εἰς παραχειμασίαν, διεπέμπετο πρὸς τὸν Ἀχαιόν,
アンティオコスは自国に戻ると、軍勢を冬営のために解散させ、アカイオスのもとに使者を送った。
§5.57.2ἐγκαλῶν καὶ διαμαρτυρόμενος πρῶτον μὲν ἐπὶ τῷ τετολμηκέναι διάδημα περιθέσθαι καὶ βασιλέα χρηματίζειν, δεύτερον δὲ προλέγων ὡς οὐ λανθάνει κοινοπραγῶν Πτολεμαίῳ καὶ καθόλου πλείω τοῦ δέοντος κινούμενος.
第一に、彼が王冠を戴きみずから王と称する大胆な行為に出たことを非難し抗議するとともに、第二に、彼がプトレマイオスと共謀し、総じて必要以上に不穏な動きをしていることが王の目を免れていないことをあらかじめ警告した。
§5.57.3ὁ γὰρ Ἀχαιός, καθʼ οὓς καιροὺς ἐπὶ τὸν Ἀρταβαζάνην ὁ βασιλεὺς ἐστράτευε, πεισθεὶς καὶ παθεῖν ἄν τι τὸν Ἀντίοχον, καὶ μὴ παθόντος ἐλπίσας διὰ τὸ μῆκος §5.57.4τῆς ἀποστάσεως φθάσειν ἐμβαλὼν εἰς Συρίαν καὶ συνεργοῖς χρησάμενος Κυρρησταῖς τοῖς ἀποστάταις γεγονόσι τοῦ βασιλέως ταχέως ἂν κρατῆσαι τῶν κατὰ τὴν βασιλείαν πραγμάτων, ὥρμησε μετὰ πάσης τῆς δυνάμεως ἐκ Λυδίας.
というのも、アカイオスは、王がアルタバザネスに対して遠征を行っていた時期に、アンティオコスが何らかの災厄に見舞われるに違いないと確信し、また仮にそうした災厄を免れたとしても、その遠征距離の長さゆえに、王に先んじてシリアに侵攻し、王に反旗を翻していたキュレステス人たちを協力者として用いれば、王国の支配権を速やかに掌握できるだろうと考え、全軍を率いてリュディアから進撃したからである。
§5.57.5παραγενόμενος δʼ εἰς Λαοδίκειαν τὴν ἐν Φρυγίᾳ διάδημά τε περιέθετο καὶ βασιλεὺς τότε πρῶτον ἐτόλμησε χρηματίζειν καὶ γράφειν πρὸς τὰς πόλεις;
そしてフリュギアのラオディケイアに到着すると、王冠を戴き、この時初めてあえて王と自称し、諸都市に書簡を送った。
Γαρσυήριδος αὐτὸν τοῦ φυγάδος εἰς τοῦτο τὸ μέρος μάλιστα προτρεψαμένου.
亡命者ガルシュエリスが、この件に関して彼を最も強く駆り立てたのであった。
προάγοντος δὲ κατὰ τὸ συνεχὲς αὐτοῦ, §5.57.6καὶ σχεδὸν ἤδη περὶ Λυκαονίαν ὄντος, αἱ δυνάμεις ἐστασίασαν, δυσαρεστούμεναι τῷ δοκεῖν γίνεσθαι τὴν στρατείαν ἐπὶ τὸν κατὰ φύσιν αὐτῶν ἐξ ἀρχῆς ὑπάρχοντα βασιλέα.
そして彼がそのまま続けて進軍し、すでにリュカオニアの辺りに達しようとした時、軍勢が反乱を起こした。 この遠征が、彼らにとって本来かつ最初からの正当な王に対するものであるように思われたことに不満を抱いたからである。
§5.57.7διόπερ Ἀχαιὸς συνεὶς τὴν ἐν αὐτοῖς διατροπὴν τῆς μὲν προκειμένης ἐπιβολῆς ἀπέστη, βουλόμενος δὲ πεισθῆναι τὰς δυνάμεις ὡς οὐδʼ ἐξ ἀρχῆς ἐπεβάλετο στρατεύειν εἰς Συρίαν, ἐπιστρέψας πορθεῖ τὴν Πισιδικήν, §5.57.8καὶ πολλὰς ὠφελείας παρασκευάσας τῷ στρατοπέδῳ, πάντας εὔνους αὑτῷ καὶ πεπιστευκότας ἔχων ἐπανῆλθε πάλιν εἰς τὴν οἰκείαν.
そのため、アカイオスは軍勢の間の動揺を察知して、当初の企てを断念した。 しかし、そもそもシリア遠征など企てていなかったと軍勢に信じ込ませたいと望み、進路を変えてピシディア地方を略奪し、軍勢に多くの戦利品をもたらし、全員を自分に対して好意的にし、また信頼を勝ち得た状態で、再び自国へと引き返した。