§5.40.1μετὰ δὲ τοῦτον οὐ πολὺ κατόπιν Θεόδοτος ὁ τεταγμένος ἐπὶ Κοίλης Συρίας, ὢν τὸ γένος Αἰτωλός, τὰ μὲν καταφρονήσας τοῦ βασιλέως διὰ τὴν ἀσέλγειαν τοῦ βίου καὶ τῆς ὅλης αἱρέσεως,
この(クレオメネスの)後まもなく、コイレ・シリアの統治を委ねられていたエトリア人テオドトスは、一方では、王の私生活および生き方全般における不品行ゆえに王を軽蔑し、他方では、宮廷の者たちに対して不信感を抱いたためである。
§5.40.2τὰ δὲ διαπιστήσας τοῖς περὶ τὴν αὐλὴν διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις ἀξιολόγους παρασχόμενος χρείας τῷ βασιλεῖ περί τε τἄλλα καὶ περὶ τὴν πρώτην ἐπιβολὴν Ἀντιόχου τοῖς κατὰ Κοίλην Συρίαν πράγμασι, μὴ οἷον ἐπὶ τούτοις τυχεῖν τινος χάριτος, ἀλλὰ τοὐναντίον ἀνακληθεὶς εἰς τὴν Ἀλεξάνδρειαν παρʼ ὀλίγον κινδυνεῦσαι τῷ βίῳ,
というのも、少し前の時期に、他の諸件、とりわけコイレ・シリアの諸事情に対するアンティオコスの最初の襲撃に際して、王に価値ある尽力をしたにもかかわらず、それらに対して何らかの恩賞を得るどころか、それとは反対に、アレクサンドリアに召還されてあやうく命を落としかけたためであった。
§5.40.3διὰ ταύτας τὰς αἰτίας ἐπεβάλετο τότε λαλεῖν Ἀντιόχῳ καὶ τὰς κατὰ Κοίλην Συρίαν πόλεις ἐγχειρίζειν.
これらの理由によって、彼はそのときアンティオコスと交渉を持ち、コイレ・シリアの諸都市を彼の手に委ねることを企てた。
τοῦ δʼ ἀσμένως δεξαμένου τὴν ἐλπίδα, ταχεῖαν ἐλάμβανε τὸ πρᾶγμα τὴν οἰκονομίαν.
そして、アンティオコスがその期待を喜んで受け入れたため、事態は急速に具体化していった。
§5.40.4ἵνα δὲ καὶ περὶ ταύτης τῆς οἰκίας τὸ παραπλήσιον ποιήσωμεν, ἀναδραμόντες ἐπὶ τὴν παράληψιν τῆς Ἀντιόχου δυναστείας ἀπὸ τούτων τῶν καιρῶν ποιησόμεθα κεφαλαιώδη τὴν ἔφοδον ἐπὶ τὴν ἀρχὴν τοῦ μέλλοντος λέγεσθαι πολέμου.
しかし、この家系についても同様のやり方をするために、アンティオコスが王権を継承した時点まで遡り、そこから先の時代に展開する、後に述べられる戦争の始まりに向けて、概要を説明していくことにしよう。
§5.40.5Ἀντίοχος γὰρ ἦν μὲν υἱὸς νεώτερος Σελεύκου τοῦ Καλλινίκου προσαγορευθέντος, μεταλλάξαντος δὲ τοῦ πατρὸς καὶ διαδεξαμένου τἀδελφοῦ Σελεύκου τὴν βασιλείαν διὰ τὴν ἡλικίαν, τὸ μὲν πρῶτον τοῖς ἄνω τόποις μεθιστάμενος ἐποιεῖτο τὴν διατριβήν,
というのも、アンティオコスは、カリニコスと呼ばれたセレウコスの次男であり、父が世を去り、兄のセレウコスが年齢の順により王位を継承したため、最初は上方の地方に赴いて滞在していた。
§5.40.6ἐπεὶ δὲ Σέλευκος μετὰ δυνάμεως ὑπερβαλὼν τὸν Ταῦρον ἐδολοφονήθη, καθάπερ καὶ πρότερον εἰρήκαμεν, μεταλαβὼν τὴν ἀρχὴν αὐτὸς ἐβασίλευσε,
しかし、セレウコスが軍勢を率いてタウロス山脈を越えた後に暗殺されたため、すでに前述したとおりであるが、彼が代わって王権を引き継ぎ、自ら王となった。
§5.40.7διαπιστεύων τὴν μὲν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν Ἀχαιῷ, τὰ δʼ ἄνω μέρη τῆς βασιλείας ἐγκεχειρικὼς Μόλωνι καὶ τἀδελφῷ τῷ Μόλωνος Ἀλεξάνδρῳ, Μόλωνος μὲν Μηδίας ὑπάρχοντος σατράπου, τἀδελφοῦ δὲ τῆς
彼は、タウロス山脈のこちら側の支配権をアカイオスに委ね、王国の東部地方をモロンとその弟のアレクサンドロスに託した。 ここでモロンはメディアのサトラップであり、弟は……