§5.18.1Τεγεατῶν γίνεσθαι πόλει.
テゲア人の都市に集まるように[という日を告げた]。
ταῦτα δὲ διαπραξάμενος, καὶ μείνας οὐδένα χρόνον ἐν τῇ Κορίνθῳ, παρήγγειλε τοῖς Μακεδόσιν ἀναζυγήν.
これらのことを成し遂げ、コリントスには全く滞在せず、マケドニア兵に出発を命じた。
ποιησάμενος δὲ τὴν πορείαν διʼ Ἄργους ἧκε δευτεραῖος εἰς Τεγέαν.
そしてアルゴス経由で進軍し、2日目にテゲアに到着した。
§5.18.2προσαναλαβὼν δὲ τοὺς ἡθροισμένους τῶν Ἀχαιῶν προῆγε διὰ τῆς ὀρεινῆς, σπουδάζων λαθεῖν τοὺς Λακεδαιμονίους ἐμβαλὼν εἰς τὴν χώραν.
また、集まっていたアカイア兵を合流させ、領内に侵入したことをラケダイモン人たちに気づかれまいと努めながら、山地を通って前進した。
§5.18.3περιελθὼν δὲ ταῖς ἐρημίαις, τεταρταῖος ἐπέβαλε τοῖς καταντικρὺ τῆς πόλεως λόφοις, καὶ παρῄει δεξιὸν ἔχων τὸ Μενελάιον ἐπʼ αὐτὰς τὰς Ἀμύκλας.
人けのない場所を迂回して、4日目に都市の正面にある丘陵地帯に到達し、メネライオンを右手に見て、アミュクライそのものへと通り過ぎた。
§5.18.4οἱ δὲ Λακεδαιμόνιοι, θεωροῦντες ἐκ τῆς πόλεως παράγουσαν τὴν δύναμιν, ἐκπλαγεῖς ἐγένοντο καὶ περίφοβοι, θαυμάζοντες τὸ συμβαῖνον.
一方、ラケダイモン人たちは、都市から軍勢が通り過ぎていくのを目にして、肝を潰し、恐怖に怯え、起こっていることに驚愕した。
§5.18.5ἀκμὴν γὰρ ἦσαν μετέωροι ταῖς διανοίαις ἐκ τῶν προσπιπτόντων ὑπὲρ τοῦ Φιλίππου περὶ τὴν καταφθορὰν τοῦ Θέρμου καὶ καθόλου ταῖς ἐν Αἰτωλίᾳ πράξεσι, καί τις ἐνεπεπτώκει θροῦς παρʼ αὐτοῖς ὑπὲρ τοῦ τὸν Λυκοῦργον ἐκπέμπειν βοηθήσοντα τοῖς Αἰτωλοῖς.
というのも、彼らはなおも、テルモスの破壊や、広くはアイトリアにおける行動に関してフィリッポスについて舞い込む知らせによって心が動揺しており、彼らの間では、アイトリア人を救援するためにリュクールゴスを派遣すべきだという噂が広まっていたからである。
§5.18.6ὑπὲρ δὲ τοῦ τὸ δεινὸν ἥξειν ἐπὶ σφᾶς οὕτως ὀξέως ἐκ τηλικούτου διαστήματος οὐδὲ διενοεῖτο παράπαν αὐτῶν οὐδείς, ἅτε καὶ τῆς ἡλικίας ἐχούσης ἀκμὴν εὐκαταφρόνητόν τι τῆς τοῦ βασιλέως.
しかし、その恐るべき事態が、あれほど離れた距離からこれほど迅速に自分たちに及んでくるとは、彼らのうち誰一人として全く考えてもいなかった。 王の年齢がまだ若く、侮られがちであったこともあって。
διὸ καὶ παρὰ δόξαν αὐτοῖς τῶν πραγμάτων συγκυρούντων εἰκότως ἦσαν ἐκπλαγεῖς.
それゆえ、事態が予期せぬ形で彼らに降りかかったため、彼らが驚愕したのは当然のことであった。
§5.18.7ὁ γὰρ Φίλιππος τολμηρότερον καὶ πρακτικώτερον ἢ κατὰ τὴν ἡλικίαν χρώμενος ταῖς ἐπιβολαῖς εἰς ἀπορίαν καὶ δυσχρηστίαν ἅπαντας ἦγε τοὺς πολεμίους.
というのもフィリッポスは、その年齢に似合わず、より大胆かつ果敢に計画を実行に移すことで、敵対する者すべてを困惑と窮地に陥れたからである。
§5.18.8ἀναχθεὶς γὰρ ἐκ μέσης Αἰτωλίας, καθάπερ ἐπάνω προεῖπον, καὶ διανύσας ἐν νυκτὶ τὸν Ἀμβρακικὸν κόλπον, εἰς Λευκάδα κατῆρε.
彼はアイトリアの真ん中から出発し、前に述べたように、アンブラキア湾を一晩で渡りきり、レウカスに到着した。
§5.18.9δύο δὲ μείνας ἡμέρας ἐνταῦθα, τῇ τρίτῃ ποιησάμενος ὑπὸ τὴν ἑωθινὴν τὸν ἀνάπλουν, δευτεραῖος πορθήσας ἅμα τὴν τῶν Αἰτωλῶν παραλίαν ἐν Λεχαίῳ καθωρμίσθη.
そこに二日間滞在したのち、三日目の夜明け前に出航し、アイトリアの沿岸を略奪しつつ、二日目にレカイオンに停泊した。
§5.18.10μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ποιούμενος τὰς πορείας ἑβδομαῖος ἐπέβαλε τοῖς ὑπὲρ τὴν πόλιν κειμένοις παρὰ τὸ Μενελάιον λόφοις, ὥστε τοὺς πλείστους ὁρῶντας τὸ γεγονὸς μὴ πιστεύειν τοῖς συμβαίνουσιν.
そののち、休みなく強行軍を重ねて、七日目には、都市を見下ろす、メネライオンに沿った丘陵に到達した。 そのため、多くの人々は事の成り行きを目にしながらも、起こっている事態を信じられないほどであった。
οἱ μὲν οὖν Λακεδαιμόνιοι, §5.18.11περιδεεῖς γεγονότες διὰ τὸ παράδοξον, ἠπόρουν καὶ δυσχρήστως διέ
このようにして、ラケダイモン人たちは、その不意の事態のためにすっかり怯えて、困惑し、困難な状況に陥り...