Humanitext Reader

波利比奥斯 · 历史 §5.18.1-5.18.11

腓力的迅速进军与抵达阿米克莱

第 382 段,共 1311 段 · 希腊语

内容简介

本段描述了腓力国王通过连续强行军,以极快的速度抵达斯巴达附近的阿米克莱,其超越年龄的大胆行动令毫无防备的拉刻代蒙人深感震惊和惊惶失措。

§5.18.1Τεγεατῶν γίνεσθαι πόλει.
(集合在)特格亚人的城市。
ταῦτα δὲ διαπραξάμενος, καὶ μείνας οὐδένα χρόνον ἐν τῇ Κορίνθῳ, παρήγγειλε τοῖς Μακεδόσιν ἀναζυγήν.
在处理完这些事情之后,他在哥林多没有片刻逗留,就下令马其顿人拔营出发。
ποιησάμενος δὲ τὴν πορείαν διʼ Ἄργους ἧκε δευτεραῖος εἰς Τεγέαν.
他经由阿格斯进军,在第二天抵达了特格亚。
§5.18.2προσαναλαβὼν δὲ τοὺς ἡθροισμένους τῶν Ἀχαιῶν προῆγε διὰ τῆς ὀρεινῆς, σπουδάζων λαθεῖν τοὺς Λακεδαιμονίους ἐμβαλὼν εἰς τὴν χώραν.
他又带上已聚集起来的阿开亚人,穿过山地前进,极力不让拉刻代蒙人发现自己侵入了他们的领土。
§5.18.3περιελθὼν δὲ ταῖς ἐρημίαις, τεταρταῖος ἐπέβαλε τοῖς καταντικρὺ τῆς πόλεως λόφοις, καὶ παρῄει δεξιὸν ἔχων τὸ Μενελάιον ἐπʼ αὐτὰς τὰς Ἀμύκλας.
绕过荒僻之地,他在第四天抵达了城市对面的山丘,并将梅内莱翁置于右侧,朝着阿米克莱本身前进。
§5.18.4οἱ δὲ Λακεδαιμόνιοι, θεωροῦντες ἐκ τῆς πόλεως παράγουσαν τὴν δύναμιν, ἐκπλαγεῖς ἐγένοντο καὶ περίφοβοι, θαυμάζοντες τὸ συμβαῖνον.
而拉刻代蒙人从城中看到这支军队经过,惊惶失措,深感恐惧,对眼前发生的事情感到惊愕。
§5.18.5ἀκμὴν γὰρ ἦσαν μετέωροι ταῖς διανοίαις ἐκ τῶν προσπιπτόντων ὑπὲρ τοῦ Φιλίππου περὶ τὴν καταφθορὰν τοῦ Θέρμου καὶ καθόλου ταῖς ἐν Αἰτωλίᾳ πράξεσι, καί τις ἐνεπεπτώκει θροῦς παρʼ αὐτοῖς ὑπὲρ τοῦ τὸν Λυκοῦργον ἐκπέμπειν βοηθήσοντα τοῖς Αἰτωλοῖς.
因为由于不断传来的关于腓力毁灭瑟尔墨斯以及大体上在埃托利亚行动的消息,他们的心神仍处于动荡不安之中,且他们中间还流传着一种议论,主张派遣莱库格斯去救援埃托利亚人。
§5.18.6ὑπὲρ δὲ τοῦ τὸ δεινὸν ἥξειν ἐπὶ σφᾶς οὕτως ὀξέως ἐκ τηλικούτου διαστήματος οὐδὲ διενοεῖτο παράπαν αὐτῶν οὐδείς, ἅτε καὶ τῆς ἡλικίας ἐχούσης ἀκμὴν εὐκαταφρόνητόν τι τῆς τοῦ βασιλέως.
但至于灾祸会如此迅速地跨越如此遥远的距离降临到他们头上,他们中根本没有任何一个人料想到,况且国王的年龄还处于有些容易被轻视的阶段。
διὸ καὶ παρὰ δόξαν αὐτοῖς τῶν πραγμάτων συγκυρούντων εἰκότως ἦσαν ἐκπλαγεῖς.
因此,当事态出乎意料地发生时,他们自然感到惊惶失措。
§5.18.7ὁ γὰρ Φίλιππος τολμηρότερον καὶ πρακτικώτερον ἢ κατὰ τὴν ἡλικίαν χρώμενος ταῖς ἐπιβολαῖς εἰς ἀπορίαν καὶ δυσχρηστίαν ἅπαντας ἦγε τοὺς πολεμίους.
因为腓力以超越其年龄的胆识与行动力付诸计划,使得所有的敌人都陷入了困惑与被动的境地。
§5.18.8ἀναχθεὶς γὰρ ἐκ μέσης Αἰτωλίας, καθάπερ ἐπάνω προεῖπον, καὶ διανύσας ἐν νυκτὶ τὸν Ἀμβρακικὸν κόλπον, εἰς Λευκάδα κατῆρε.
因为正如我上面所说,他从埃托利亚的中心地带出发,在夜间渡过安布拉基亚湾,抵达了莱夫卡斯。
§5.18.9δύο δὲ μείνας ἡμέρας ἐνταῦθα, τῇ τρίτῃ ποιησάμενος ὑπὸ τὴν ἑωθινὴν τὸν ἀνάπλουν, δευτεραῖος πορθήσας ἅμα τὴν τῶν Αἰτωλῶν παραλίαν ἐν Λεχαίῳ καθωρμίσθη.
在那里停留了两天后,他在第三天的拂晓前启航,同时劫掠了埃托利亚沿海,并在第二天于莱开翁抛锚停泊。
§5.18.10μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ποιούμενος τὰς πορείας ἑβδομαῖος ἐπέβαλε τοῖς ὑπὲρ τὴν πόλιν κειμένοις παρὰ τὸ Μενελάιον λόφοις, ὥστε τοὺς πλείστους ὁρῶντας τὸ γεγονὸς μὴ πιστεύειν τοῖς συμβαίνουσιν.
此后,他连续进行行军,在第七天抵达了位于城市上方、梅内莱翁旁的丘陵,以至于大多数目睹了这一幕的人都不敢相信眼前发生的事。
οἱ μὲν οὖν Λακεδαιμόνιοι, §5.18.11περιδεεῖς γεγονότες διὰ τὸ παράδοξον, ἠπόρουν καὶ δυσχρήστως διέ
于是,拉刻代蒙人因这出人意料的变故而陷入极大的恐惧中,不知所措且处于困境...

词汇与语法注释

  1. 5.18.1Τεγεατῶν γίνεσθαι πόλει — 短语 Τεγεατῶν γίνεσθαι πόλει 与上一分段(§5.17.9)末尾的 ἐν τῇ τῶν 连结,构成了带不定式的间接命令结构,指明盟友应当集结的地点(特格亚人的城市)。
  2. 5.18.2λαθεῖν τοὺς Λακεδαιμονίους ἐμβαλὼν εἰς τὴν χώραν — 主格不定过去时分词 ἐμβαλών 与动词 λαθεῖν(源自 λανθάνω)连用,表示“不被察觉地侵入”。该分词的逻辑主语与主句主语(腓力)一致。
  3. 5.18.5ὑπὲρ τοῦ τὸν Λυκοῦργον ἐκπέμπειν βοηθήσοντα τοῖς Αἰτωλοῖς — 介词 ὑπὲρ 与属格冠词 τοῦ 引导带不定式结构 τὸν Λυκοῦργον ἐκπέμπειν(“关于派遣莱库格斯”),该结构又由表示目的的将来时分词 βοηθήσοντα(“为了援助”)来修饰。
  4. 5.18.6ἅτε καὶ τῆς ἡλικίας ἐχούσης ἀκμὴν εὐκαταφρόνητόν τι τῆς τοῦ βασιλέως — 连词 ἅτε 与独立属格结构(由主语 τῆς ἡλικίας ... τῆς τοῦ βασιλέως 和分词 ἐχούσης 构成)连用,说明斯巴达人轻视国王的理由(“因为国王的年龄处于……”)。
  5. 5.18.11δυσχρήστως διέ — 文本在副词 δυσχρήστως 及复合动词的接头辞 διέ...(极可能是动词 διέκειντο“处于……状态”的前部)之后突然中断。

引用这一段

波利比奥斯, 历史 §5.18.1-5.18.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.18.1-5.18.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。