§5.17.1κατὰ δὲ τοὺς προειρημένους καιροὺς Λυκοῦργος ἐκ μὲν τῆς Μεσσηνίας οὐδὲν ἄξιον λόγου πράξας ἐπανῆλθε·
一方、前述の時期に、リュクールゴスはメッセニアから大した成果も上げずに帰還した。
μετὰ δὲ ταῦτα πάλιν ὁρμήσας ἐκ Λακεδαίμονος κατελάβετο τὴν τῶν Τεγεατῶν πόλιν.
そののち、彼は再びラケダイモンから出撃して、テゲア人の都市を占領した。
§5.17.2τῶν δὲ σωμάτων ἀποχωρησάντων εἰς τὴν ἄκραν, ἐπεβάλετο πολιορκεῖν ταύτην.
住民たちがアクロポリスに退却すると、彼はそこを包囲攻撃しようと試みた。
οὐδαμῶς δὲ δυνάμενος ἀνύειν οὐδὲν αὖτις ἀνεχώρησεν εἰς τὴν Σπάρτην.
しかし、全く何の成果も上げることができず、再びスパルタへと退却した。
§5.17.3οἱ δʼ ἐκ τῆς Ἤλιδος καταδραμόντες τὴν Δυμαίαν καὶ τοὺς βοηθήσαντας τῶν ἱππέων εἰς ἐνέδραν ἐπαγαγόμενοι ῥᾳδίως ἐτρέψαντο,
他方、エリスからの者たちは、デュメの領土を荒らし回り、救援に駆けつけた騎兵たちを伏兵に誘い込んで容易に敗走させた。
§5.17.4καὶ τῶν μὲν Γαλατικῶν οὐκ ὀλίγους κατέβαλον, τῶν δὲ πολιτικῶν αἰχμαλώτους ἔλαβον Πολυμήδη τε τὸν Αἰγιέα καὶ Δυμαίους Ἀγησίπολιν καὶ Διοκλέα.
そしてガラティア人の傭兵を少なからず討ち取り、市民兵のうち、アイギオンのポリュメデス、およびデュメのアゲシポリスとディオクレスを捕虜とした。
§5.17.5Δωρίμαχος δὲ τὴν μὲν πρώτην ἔξοδον ἐποιήσατο μετὰ τῶν Αἰτωλῶν, πεπεισμένος, καθάπερ ἐπάνω προεῖπον, αὑτὸν μὲν ἀσφαλῶς κατασύρειν τὴν Θετταλίαν, τὸν δὲ Φίλιππον ἀναστήσειν ἀπὸ τῆς περὶ τοὺς Παλαιεῖς πολιορκίας·
ドリマコスは、前に述べたように、自分は安全にテッサリアを略奪し、フィリッポスにはパライエスの包囲を解かせて撤退させることができると確信して、アイトリア人とともに最初の遠征を行った。
§5.17.6εὑρὼν δὲ τοὺς περὶ τὸν Χρυσόγονον καὶ Πετραῖον ἑτοίμους ἐν Θετταλίᾳ πρὸς τὸ διακινδυνεύειν, εἰς μὲν τὸ πεδίον οὐκ ἐθάρρει καταβαίνειν, ἐν δὲ ταῖς παρωρείαις προσανέχων διῆγε.
しかし、クリュソゴノスやペトラオスの一派がテッサリアで決戦に応じる態勢を整えているのを知ると、平原に降りていく勇気はなく、山麓の地帯にとどまり続けて時を過ごした。
§5.17.7προσπεσούσης δʼ αὐτῷ τῆς τῶν Μακεδόνων εἰς τὴν Αἰτωλίαν εἰσβολῆς, ἀφέμενος τῶν κατὰ Θετταλίαν ἐβοήθει τούτοις κατὰ σπουδήν.
しかし、マケドニア軍がアイトリアに侵攻したという報せが届くと、テッサリアでの作戦を放棄して、急ぎ本国の救援に向かった。
καταλαβὼν δʼ ἀπηλλαγμένους ἐκ τῆς Αἰτωλίας τοὺς Μακεδόνας οὗτος μὲν ὑπελείπετο καὶ καθυστέρει πάντων·
ところが、マケドニア軍がすでにアイトリアから退却しているのを知り、彼は取り残されて、すべての事態に遅れをとることになった。
§5.17.8ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῆς Λευκάδος, καὶ πορθήσας ἐν παράπλῳ τὴν τῶν Οἰανθέων χώραν, κατῆρε μετὰ τοῦ στόλου παντὸς εἰς Κόρινθον.
一方、王はレウカスから出航し、航海の途中でオイアンテア人の土地を略奪し、全艦隊を率いてコリントスに到着した。
§5.17.9ὁρμίσας δὲ τὰς νῆας ἐν τῷ Λεχαίῳ τήν τε δύναμιν ἐξεβίβαζε καὶ τοὺς γραμματοφόρους διαπέστελλε πρὸς τὰς ἐν Πελοποννήσῳ συμμαχίδας πόλεις, δηλῶν τὴν ἡμέραν, ἐν ᾗ δεήσει πάντας μετὰ τῶν ὅπλων κοιταίους ἐν τῇ τῶν
レカイオンに船を停泊させると、彼は軍隊を上陸させ、ペロポネソス半島の同盟諸都市に使者を派遣して、全員が武器を携えて日没までにの...に集まるべき日を告げた。