§5.100.1ἐπὶ μὲν οὖν ἡμέρας τρεῖς τὰς πρώτας οὐδὲν ἠδύνατο προβιβάζειν τῶν ἔργων διὰ τὸ γενναίως καὶ παραβόλως ἀμύνεσθαι τοὺς ἐκ τῆς πόλεως.
したがって最初の三日間は、市内の人々が勇敢かつ必死に防戦したため、彼は攻城工事を少しも進めることができなかった。
§5.100.2ἐπειδὴ δὲ διὰ τὴν συνέχειαν τῶν ἀκροβολισμῶν καὶ τὸ πλῆθος τῶν βελῶν οἱ προκινδυνεύοντες τῶν ἐκ τῆς πόλεως οἱ μὲν ἔπεσον, οἱ δὲ κατετραυματίσθησαν, τότε βραχείας ἐνδόσεως γενομένης ἤρξαντο τῶν ὀρυγμάτων οἱ Μακεδόνες.
しかし、絶え間ない小競り合いと大量の飛び道具によって、市内の人々のうち最前線で戦う者たちの一方が倒れ、他方が負傷し、そのとき抵抗のわずかな緩みが生じると、マケドニア人たちは坑道掘削を始めた。
§5.100.3τῇ δὲ συνεχείᾳ, καίπερ ἀντιβαίνοντος τοῦ χωρίου, μόλις ἐναταῖοι πρὸς τὸ τεῖχος ἐξίκοντο.
そして不断の作業により、地形が不利であったにもかかわらず、彼らはようやく九日目に城壁に達した。
§5.100.4μετὰ δὲ ταῦτα ποιούμενοι τὴν ἐργασίαν ἐκ διαδοχῆς, ὥστε μήθʼ ἡμέρας μήτε νυκτὸς διαλείπειν, ἐν τρισὶν ἡμέραις δύο πλέθρα τοῦ τείχους ὑπώρυξαν καὶ διεστύλωσαν.
その後、昼も夜も途絶えることがないように交代で作業を行い、三日間のうちに城壁の二プレトロン分をその下から掘り崩し、支柱で支えた。
§5.100.5τῶν δʼ ἐρεισμάτων οὐ δυναμένων ὑποφέρειν τὸ βάρος, ἀλλʼ ἐνδόντων, πεσεῖν συνέβη τὸ τεῖχος πρὸ τοῦ πῦρ ἐμβαλεῖν τοὺς Μακεδόνας.
しかし、支柱が重さに耐えきれずにたわんだため、マケドニア人たちが火を放つ前に城壁が崩落する事態となった。
§5.100.6ἐνεργὸν δὲ ποιησαμένων τὴν ἀνακάθαρσιν τοῦ πτώματος, καὶ παρασκευασαμένων πρὸς τὴν εἴσοδον καὶ μελλόντων ἤδη βιάζεσθαι, καταπλαγέντες παρέδοσαν οἱ Θηβαῖοι τὴν πόλιν.
彼らが崩落跡の瓦礫の除去を精力的に行い、突入の準備をして今や力づくで侵入しようとしたとき、恐れをなしたテバイ人たちは都市を引き渡した。
§5.100.7ὁ δὲ Φίλιππος διὰ τῆς πράξεως ταύτης ἀσφαλισάμενος τὰ κατὰ τὴν Μαγνησίαν καὶ Θετταλίαν ἀφείλετο τὰς μεγάλας ὠφελείας τῶν Αἰτωλῶν, ἀπεδείξατο δὲ καὶ ταῖς αὑτοῦ δυνάμεσιν ὅτι δικαίως ἐπανείλετο τοὺς περὶ τὸν Λεόντιον, ἐθελοκακήσαντας πρότερον ἐν τῇ περὶ τοὺς Παλαιεῖς πολιορκίᾳ.
フィリッポスはこの行動によってマグネシアとテッサリアの情勢を安定させ、アイトリア人から大きな略奪の果実を取り上げ、また以前パライ包囲戦において意図的に怠慢な戦い方をしたレオンティオスとその一味を処刑したのが正当であったことを、自身の軍勢に対しても証明した。
§5.100.8γενόμενος δὲ κύριος τῶν Θηβῶν τοὺς μὲν ὑπάρχοντας οἰκήτορας ἐξηνδραποδίσατο, Μακεδόνας δʼ εἰσοικίσας Φιλίππου τὴν πόλιν ἀντὶ Θηβῶν κατωνόμασεν.
テバイの支配者となると、彼は元の住民たちを奴隷に売り払い、マケドニア人を移住させて、テバイに代えてその都市を「フィリッポスの都市」と名付けた。
§5.100.9ἤδη δʼ αὐτοῦ συντετελεσμένου τὰ κατὰ τὰς Θήβας, πάλιν ἧκον ὑπὲρ τῶν διαλύσεων παρά τε Χίων καὶ Ῥοδίων καὶ Βυζαντίων πρέσβεις καὶ παρὰ Πτολεμαίου τοῦ βασιλέως·
彼がテバイに関する事柄をすでに完了したとき、和睦のために再びキオス、ロドス、ビュザンティオンからの使節たち、およびプトレマイオス王からの使節がやって来た。
§5.100.10οἷς παραπλησίους ἀποκρίσεις δοὺς ταῖς πρότερον, καὶ φήσας οὐκ ἀλλότριος εἶναι διαλύσεως, ἔπεμψε κελεύσας αὐτοὺς πεῖραν λαμβάνειν καὶ τῶν Αἰτωλῶν.
彼らに対し、以前と同様の回答を与え、自身は和睦にやぶさかではないと述べると、彼はアイトリア人の意向も打診してみるよう彼らに命じて、送り出した。
§5.100.11αὐτὸς δὲ τῆς μὲν διαλύσεως ὠλιγώρει, τοῦ δὲ πράττειν τι τῶν ἑξῆς ἀντείχετο.
しかし自身は和睦を軽視し、次の作戦を実行することに専念していた。