§5.99.1ὁ δὲ Φίλιππος διαψευσθεὶς τῆς πράξεως, καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἐνιπέα ποταμόν, συνῆγε τὰς παρασκευὰς ἔκ τε τῆς Λαρίσης καὶ τῶν ἄλλων πόλεων, ἃς ἐπεποίητο κατὰ χειμῶνα πρὸς τὴν πολιορκίαν·
フィリッポスは企てに失敗すると、エニペウス川の周辺に陣を敷き、ラリサやその他の諸都市から、冬の間に包囲戦のために整えておいた資材を集めた。
§5.99.2ἡ γὰρ ὅλη πρόθεσις ἦν αὐτῷ τῆς στρατείας ἐξελεῖν τὰς Φθιώτιδας καλουμένας Θήβας.
というのも、彼の遠征全体の目的は、フティオティスのテバイと呼ばれる都市を攻略することにあったからである。
§5.99.3ἡ δὲ πόλις αὕτη κεῖται μὲν οὐ μακρὰν ἀπὸ τῆς θαλάττης, ἀπέχουσα Λαρίσης ὡς τριακοσίους σταδίους, ἐπίκειται δʼ εὐκαίρως τῇ τε Μαγνησίᾳ καὶ τῇ Θετταλίᾳ, καὶ μάλιστα τῆς μὲν Μαγνησίας τῇ τῶν Δημητριέων χώρᾳ, τῆς δὲ Θετταλίας τῇ τῶν Φαρσαλίων καὶ Φεραίων.
この都市は海からそれほど遠くないところに位置し、ラリサからはおよそ三百スタディオン離れており、マグネシアとテッサリアに対して、とりわけマグネシアにおいてはデメトリアス市民の領土に、テッサリアにおいてはファルサロス市民およびフェライ市民の領土に対して、戦略的に有利な位置に臨んでいる。
§5.99.4ἐξ ἧς καὶ τότε, κατεχόντων αὐτὴν τῶν Αἰτωλῶν καὶ συνεχεῖς ποιουμένων τὰς ἐπιδρομάς, μεγάλα συνέβαινε βλάπτεσθαι τούς τε Δημητριεῖς καὶ τοὺς Φαρσαλίους, ἔτι δὲ Λαρισαίους·
当時もまた、アイトリア人がこの都市を占領して絶えず襲撃を行っていたため、ここからデメトリアス市民、ファルサロス市民、さらにはラリサ市民までもが甚大な被害を被る結果となっていた。
§5.99.5πολλάκις γὰρ ἐποιοῦντο τὰς καταδρομὰς ἕως ἐπὶ τὸ καλούμενον Ἀμυρικὸν πεδίον.
なぜなら、彼らはしばしばアミュリコンと呼ばれる平原にまで至る突撃を行っていたからである。
§5.99.6διόπερ ὁ Φίλιππος οὐκ ἐν μικρῷ τιθέμενος μεγάλην ἐποιεῖτο σπουδὴν ὑπὲρ τοῦ κατὰ κράτος ἐξελεῖν αὐτήν.
それゆえ、フィリッポスはこのことを軽んじることなく、武力によってこの都市を攻略することに多大な熱意を注いでいた。
§5.99.7συναχθέντων δὲ καταπελτῶν μὲν ἑκατὸν πεντήκοντα, πετροβολικῶν δʼ ὀργάνων πέντε καὶ εἴκοσι, προσῆλθε ταῖς Θήβαις, καὶ διελὼν τὸ στρατόπεδον εἰς τρία μέρη διέλαβε τοὺς πέριξ τόπους τῆς πόλεως,
カタパルト百五十台、投石器二十五台が集められると、彼はテバイへと進軍し、軍を三つの部分に分割して都市の周辺地域を取り囲んだ。
§5.99.8καὶ τῷ μὲν ἑνὶ περὶ τὸ Σκόπιον ἐστρατοπέδευσε, τῷ δʼ ἄλλῳ περὶ τὸ καλούμενον Ἡλιοτρόπιον, τὸ δὲ τρίτον εἶχε κατὰ τὸ τῆς πόλεως ὑπερκείμενον ὄρος,
そして一派とともにスコピオンの周辺に陣を敷き、他の一派とともにヘリオトロピオンと呼ばれる場所の周辺に、第三の一派は都市を見下ろす山に配置した。
§5.99.9τὰ δὲ μεταξὺ τῶν στρατοπέδων τάφρῳ καὶ διπλῷ χάρακι διαλαβὼν ὠχυρώσατο, πρὸς δὲ καὶ πύργοις ξυλίνοις ἠσφαλίσατο, κατὰ πλέθρον στήσας αὐτοὺς μετὰ φυλακῆς τῆς ἀρκούσης.
また、陣営の間の区域を堀と二重の逆茂木で仕切って要塞化し、さらに木造の塔を配置して防御を固め、それらの塔を一プレトロンの間隔で十分な守備兵とともに設置した。
§5.99.10ἑξῆς δὲ τούτοις τὰς παρασκευὰς ἁθροίσας ὁμοῦ πάσας ἤρξατο προσάγειν τὰ μηχανήματα πρὸς τὴν ἄκραν.
これに続いて、彼はすべての資材を一つに集め、攻城兵器を城塞へと近づけ始めた。