§4.69.1θροίζεσθαι μετὰ τῶν ὅπλων.
まるよう、武器を携えて集まるよう指示を出していたからである。
τῆς δὲ πρωτοπορείας τῶν Μακεδόνων ἐπιβαλούσης ἐπὶ τὴν ὑπερβολὴν τὴν περὶ τὸ καλούμενον Ἀπέλαυρον, ἣ πρόκειται τῆς τῶν Στυμφαλίων πόλεως περὶ δέκα στάδιʼ, ἅμα συνεκύρησε καὶ τὴν τῶν Ἠλείων πρωτοπορείαν συμπεσεῖν ἐπὶ τὴν ὑπερβολήν.
マケドニア軍の先遣隊が、いわゆるアペラウロンと呼ばれる、ステュンファロス人の町から約十スタディオン前方に位置する峠へと差し掛かったとき、同時にエリス軍の先遣隊もその峠で鉢合わせするということがたまたま起こった。
§4.69.2ὁ μὲν οὖν Εὐριπίδας, συννοήσας τὸ γεγονὸς ἐκ τῶν προσηγγελμένων, παραλαβὼν μεθʼ ἑαυτοῦ τινας τῶν ἱππέων καὶ διαδρὰς τὸν ἐνεστῶτα καιρὸν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ψωφῖδα ταῖς ἀνοδίαις·
そこでエウリピダスは、報告から何が起こったかを察知し、何騎かの騎兵を自らに同行させて、直面した危機から逃れ、道なき道を通ってプソファイスへと退却していった。
§4.69.3τὸ δὲ λοιπὸν πλῆθος τῶν Ἠλείων, ἐγκαταλελειμμένον ὑπὸ τοῦ προεστῶτος καὶ γεγονὸς ἐκπλαγὲς ἐπὶ τῷ συμβεβηκότι, κατὰ πορείαν ἔμενε, διαπορούμενον τί δεῖ ποιεῖν καὶ πῇ τρέπεσθαι.
しかし、残されたエリス人の大部隊は、指導者に置き去りにされ、起こった事態に驚愕し、何をすべきか、どこへ向かうべきか途方に暮れながら、進路にとどまっていた。
§4.69.4τὸ μὲν γὰρ πρῶτον αὐτῶν οἱ προεστῶτες ὑπελάμβανον τῶν Ἀχαιῶν αὐτῶν τινας συνεπιβεβοηθηκέναι·
というのも、最初、彼らのうちの指揮官たちは、アカイア人の一部が救援に駆けつけたのだと思い込んでいた。
καὶ μάλιστʼ ἠπάτων αὐτοὺς οἱ χαλκάσπιδες·
そして特に、彼らを欺いたのは青銅の盾の兵たちであった。
§4.69.5Μεγαλοπολίτας γὰρ εἶναι τούτους ἐδόξαζον, διὰ τὸ τοιούτοις ὅπλοις κεχρῆσθαι τοὺς προειρημένους ἐν τῷ περὶ Σελλασίαν [ἐν τῷ] πρὸς Κλεομένη κινδύνῳ, καθοπλίσαντος Ἀντιγόνου τοῦ βασιλέως πρὸς τὴν παροῦσαν χρείαν.
すなわち、彼らは彼らをメガロポリス市民だと思い込んでいた。 というのも、前述の者たちが、セッラシアでのクレオメネスに対する戦いにおいて、アンティゴノス王が当時の必要に応じて彼らにそのような武具を装備させたために、そのような武器を使用していたからである。
§4.69.6διόπερ ἀπεχώρουν τηροῦντες τὰς τάξεις πρός τινας ὑπερδεξίους τόπους, οὐκ ἀπελπίζοντες τὴν σωτηρίαν.
それゆえ、彼らは隊列を維持したまま、どこか高台の場所へと退却し、救かる望みを捨ててはいなかった。
ἅμα δὲ τῷ προσάγοντας αὐτοῖς τοὺς Μακεδόνας σύνεγγυς γενέσθαι λαβόντες ἔννοιαν τοῦ κατʼ ἀλήθειαν ὄντος, πάντες ὥρμησαν πρὸς φυγήν, ῥίψαντες τὰ ὅπλα.
しかし、前進してくるマケドニア軍が彼らの間近に迫り、実際の状況が何であるかを認識するやいなや、彼らはみな武器を投げ捨てて逃走し始めた。
§4.69.7ζωγρίᾳ μὲν οὖν ἑάλωσαν αὐτῶν περὶ χιλίους καὶ διακοσίους, τὸ δὲ λοιπὸν διεφθάρη πλῆθος, τὸ μὲν ὑπὸ τῶν Μακεδόνων, τὸ δʼ ὑπὸ τῶν κρημνῶν·
こうして、彼らのうち約千二百人が生け捕りにされ、残りの軍勢は、一部はマケドニア兵によって、一部は崖から転落して命を落とした。
διέφυγον δʼ οὐ πλείους τῶν ἑκατόν.
逃げ延びたのは百人以下であった。
§4.69.8ὁ δὲ Φίλιππος τά τε σκῦλα καὶ τοὺς αἰχμαλώτους εἰς Κόρινθον ἀποπέμψας εἴχετο τῶν προκειμένων.
一方、フィリッポスは戦利品と捕虜をコリントスへと送り返し、当初の目的を追求し続けた。
§4.69.9τοῖς δὲ Πελοποννησίοις πᾶσι παράδοξον ἐφάνη τὸ γεγονός·
ペロポネソスのすべての人々にとって、この出来事は信じがたいことに思われた。
ἅμα γὰρ ἤκουον τὴν παρουσίαν καὶ τὴν νίκην τοῦ βασιλέως.
というのも、彼らは王の到来と勝利を同時に耳にしたからである。