§4.68.1πέδευσε τῆς Φλιασίας περὶ τὸ Διοσκούριον.
けた。 フリアシア地方のディオスクリオン付近に。
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ἔχων Ἠλείων δύο λόχους μετὰ τῶν πειρατῶν καὶ μισθοφόρων, ὥστʼ εἶναι τοὺς πάντας εἰς δισχιλίους καὶ διακοσίους, ἅμα δὲ τούτοις ἱππεῖς ἑκατόν, ὁρμήσας ἐκ Ψωφῖδος ἐποιεῖτο τὴν πορείαν διὰ τῆς Φενικῆς καὶ Στυμφαλίας, οὐδὲν μὲν εἰδὼς τῶν κατὰ τὸν Φίλιππον, βουλόμενος δὲ κατασῦραι τὴν τῶν Σικυωνίων χώραν.
同じ頃、エウリピダスは、エリス人の二つの歩兵隊に海賊や傭兵を加え、全員で約二千二百人、これらに加えて百人の騎兵を率いてプソファイスを出発し、フェネオスとステュンファリアを通って進軍していたが、フィリッポスに関する状況を全く知らず、シキュオン人の領地を略奪することを望んでいた。
§4.68.2τῆς δὲ νυκτὸς τῆς αὐτῆς, ἐν ᾗ συνέβαινε στρατοπεδεύειν τὸν Φίλιππον περὶ τὸ Διοσκούριον, παρηλλαχὼς τὴν στρατοπεδείαν τοῦ βασιλέως περὶ τὴν ἑωθινὴν ἐμβάλλειν οἷός τʼ ἦν εἰς τὴν Σικυωνίαν.
フィリッポスがディオスクリオン付近で野営していたまさにその同じ夜、エウリピダスは王の野営地を通り過ぎており、明け方頃にはシキュオン領内へ侵入しようとするところであった。
§4.68.3τῶν δὲ παρὰ τοῦ Φιλίππου Κρητῶν τινες ἀπολελοιπότες τὰς τάξεις καὶ διιχνεύοντες περὶ τὰς προνομείας ἐμπίπτουσιν εἰς τοὺς περὶ τὸν Εὐριπίδαν·
ところが、フィリッポス側のクレタ人の一部が隊列を離れ、略奪のために周囲を探索していたところ、エウリピダスの一行に遭遇した。
§4.68.4οὓς ἀνακρίνας καὶ συνεὶς τὴν παρουσίαν τῶν Μακεδόνων ὁ προειρημένος, οὐδενὶ ποιήσας φανερὸν οὐδὲν τῶν προσπεπτωκότων, ἀναλαβὼν τὴν δύναμιν ἐξ ὑποστροφῆς αὖθις ἀνέλυε τὴν αὐτὴν ὁδὸν ἐν ᾗπερ ἧκε,
前述の者は、彼らを尋問してマケドニア人の存在を察知すると、得られた情報を誰にも一切明らかにせず、自らの軍勢を率いて、直ちにやって来たのと同じ道を引き返した。
§4.68.5βουλόμενος, ἅμα δὲ καὶ κατελπίζων καταταχήσειν τοὺς Μακεδόνας διεκβαλὼν τὴν Στυμφαλίαν καὶ συνάψας ταῖς ὑπερκειμέναις δυσχωρίαις.
彼はステュンファリアを通り抜けて、その上方にある険路に合流することによって、マケドニア軍の先手を打ちたいと望み、また同時にそれが可能であると期待していたのである。
§4.68.6ὁ δὲ βασιλεύς, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς ὑπεναντίους, κατὰ δὲ τὴν αὑτοῦ πρόθεσιν ἀναζεύξας τὴν ἑωθινὴν προῆγε, κρίνων ποιεῖσθαι τὴν πορείαν παρʼ αὐτὸν τὸν Στύμφαλον ὡς ἐπὶ τὰς Καφύας·
一方、王は敵に関する状況を何も知らず、自身の計画に従って明け方に軍を動かして前進し、ステュンファロス湖のすぐ傍らを通ってカフュアイ方面へと進軍することに決めていた。
§4.68.7ἐνθάδε γὰρ ἐγεγράφει τοῖς Ἀχαιοῖς συνα
というのも、彼はそこにアカイア人たちが集