§4.18.1ψασαν ἄρδην ἀπολέσαι.
[祖国]を根こそぎ破滅させようと[急いだ]。
τὴν δὲ πρᾶξιν τοιᾷδέ τινι τόλμῃ καὶ τοιούτῳ τρόπῳ συνεστήσαντο.
彼らは、次のような大胆さと方法でその計画を実行に移した。
§4.18.2πολέμαρχοι τῶν κατεληλυθότων τινὲς ἐγεγόνεισαν·
帰還した者たちのうちの幾人かがポレマルコス(軍事長官)になっていた。
ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν κλείειν τὰς πύλας καὶ τὸν μεταξὺ χρόνον κυριεύειν τῶν κλειδῶν, ποιεῖσθαι δὲ καὶ τὸ καθʼ ἡμέραν τὴν δίαιταν ἐπὶ τῶν πυλώνων.
この官職は、城門を閉ざし、その間の時間鍵を管理し、日中の生活を城門のところで送る規定になっていた。
§4.18.3οἱ μὲν οὖν Αἰτωλοὶ διεσκευασμένοι καὶ τὰς κλίμακας ἑτοίμας ἔχοντες ἐπετήρουν τὸν καιρόν·
そこで、アイトリア人たちは装備を整え、梯子を用意して好機をうかがっていた。
§4.18.4οἱ δὲ πολεμαρχοῦντες τῶν φυγάδων κατασφάξαντες τοὺς συνάρχοντας ἐπὶ τοῦ πυλῶνος ἀνέῳξαν τὴν πύλην.
一方、追放者出身のポレマルコスたちは、同僚の官職者たちを城門のところで虐殺し、門を開けた。
§4.18.5οὗ συμβάντος τινὲς μὲν τῶν Αἰτωλῶν διὰ ταύτης εἰσέπιπτον, τινὲς δὲ τὰς κλίμακας προσερείσαντες ἐβιάσαντο διὰ τούτων καὶ κατελάμβανον τὸ τεῖχος.
これが起こると、アイトリア人の一部はこの門からなだれ込み、一部は梯子を架けて無理やりよじ登り、城壁を占拠した。
οἱ δʼ ἐν τῇ πόλει πάντες, §4.18.6ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς συντελουμένοις, ἀπόρως καὶ δυσχρήστως εἶχον πρὸς τὸ συμβαῖνον·
市内の人々はみな、行われている事態に驚愕し、起こっていることに対してなすすべもなく途方に暮れた。
οὔτε γὰρ πρὸς τοὺς διὰ τῆς πύλης εἰσπίπτοντας οἷοί τʼ ἦσαν βοηθεῖν ἀπερισπάστως διὰ τοὺς πρὸς τὰ τείχη προσβάλλοντας, οὐδὲ μὴν τοῖς τείχεσιν ἐπαμύνειν διὰ τοὺς τῇ πύλῃ βιαζομένους.
門からなだれ込んでくる者たちに対しては、城壁を攻撃してくる者たちのせいで、気を削がれずに防ぐことができず、また、門で力押ししてくる者たちのせいで、城壁を守ることもできなかったからである。
§4.18.7οἱ δʼ Αἰτωλοὶ διὰ ταύτας τὰς αἰτίας ταχέως ἐγκρατεῖς γενόμενοι τῆς πόλεως, τῶν ἀδίκων ἔργων ἓν τοῦτʼ ἔπραξαν δικαιότατον·
アイトリア人たちは、これらの理由により速やかに都市を支配下に置くと、彼らが行った数々の不正な行為の中で、この一つだけは最も正義にかなうことを行った。
πρώτους γὰρ τοὺς εἰσαγαγόντας καὶ προδόντας αὐτοῖς τὴν πόλιν κατασφάξαντες διήρπασαν τοὺς τούτων βίους.
すなわち、自分たちを導き入れ、都市を裏切った者たちを真っ先に虐殺し、彼らの財産を略奪したのである。
§4.18.8ὁμοίως δὲ καὶ τοῖς ἄλλοις ἐχρήσαντο πᾶσι·
彼らは他のすべての人々に対しても同様に振る舞った。
τὸ δὲ τελευταῖον ἐπισκηνώσαντες ἐπὶ τὰς οἰκίας ἐξετοιχωρύχησαν μὲν τοὺς βίους, ἐστρέβλωσαν δὲ πολλοὺς τῶν Κυναιθέων, οἷς ἠπίστησαν ἔχειν κεκρυμμένα διάφορον ἢ κατασκευάσματʼ ἤπερ ἄλλο τι τῶν πλείονος ἀξίων.
そして最後には、家々に乱入して財産を強奪し、さらに多くのキュナイタ人たちを拷問にかけた。 彼らが隠し金や家具、あるいはその他の高価な価値のあるものを隠し持っていると疑ったからである。
§4.18.9τοῦτον δὲ τὸν τρόπον λωβησάμενοι τοὺς Κυναιθεῖς ἀνεστρατοπέδευσαν, ἀπολιπόντες φυλακὴν τῶν τειχῶν, καὶ προῆγον ὡς ἐπὶ Λούσων·
このようにしてキュナイタ人たちを虐げた後、彼らは城壁の守備隊を残して撤収し、ルソイを目指して進軍した。
§4.18.10καὶ παραγενόμενοι πρὸς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὃ κεῖται μὲν μεταξὺ Κλείτορος καὶ Κυναίθης, ἄσυλον δὲ νενόμισται παρὰ τοῖς Ἕλλησιν, ἀνετείνοντο διαρπάσειν τὰ θρέμματα τῆς θεοῦ καὶ τἄλλα τὰ περὶ τὸν ναόν.
そして、クレイトルとキュナイタの間に位置し、ギリシア人の間で神聖侵犯不可とみなされているアルテミスの神殿に到着すると、女神の家畜や神殿の周囲にある他のものを略奪しようと脅しをかけた。
§4.18.11οἱ δὲ Λουσιᾶται νουνεχῶς δόντες τινὰ τῶν κατασκευασμάτων τῆς θεοῦ, παρῃτήσαντο τὴν τῶν Αἰτωλῶν ἀσέβειαν τοῦ μηδὲν παθεῖν ἀνήκεστον.
しかし、ルソイの人々は賢明にも女神の器物の一部を彼らに与えることで、アイトリア人の不敬虔な行為を回避し、破滅的な被害を受けずに済んだ。
§4.18.12οἱ δὲ δεξάμενοι παραχρῆμʼ ἀναζεύξαντες προσεστρατοπέδευσαν τῇ τῶν Κλειτορίων πόλει.
アイトリア人はこれを受け取ると、直ちに出発し、クレイトル人の都市の近くに陣を敷いた。