§39.8.1ὅτι ὁ Πολύβιός φησι κατὰ τὸ τέλος τῆς συγγραφῆς·
ὅτι ポリュビオスは著作の結びにおいて次のように言っている。
ταῦτα μὲν οὖν ἡμεῖς καταπράξαντες ἐκ τῆς Ῥώμης ἐπανήλθομεν, ὡσανεὶ κεφάλαιά τινα τῶν προπεπολιτευμένων κατειργασμένοι, χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους εὐνοίας.
\n「こうして我々は、これらのことを成し遂げてローマから帰国した。 それはあたかも、これまでの政治活動のいくつかの主要な成果を達成したかのようであり、ローマ人に対する好意にふさわしい返礼であった。
§39.8.2διὸ καὶ πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ λοιπὸν μέρος τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων διαμεῖναι, θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆσαι τοῖς ἀνθρώποις καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύει καθʼ ὅ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορθοῦν ἐν τῷ βίῳ.
\n それゆえに我々は、人生の残りの期間をこれらの中に、またこれらの状況のもとで留まり続けることができるよう、すべての神々に祈りを捧げている。 運命がいかに人間に嫉妬しがちであるか、および特に、人生において最も祝福され成功していると人が思われる部分においてこそ、その力を発揮するものであるかを見ているからである。
καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν·
」\nそして、これらのことはこのように起こるに至った。
§39.8.3ἡμεῖς δὲ παραγεγονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας βουλόμεθα, προσαναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προεκθέσεως ἧς ἐποιησάμεθα καταβαλόμενοι τὴν ἱστορίαν, συγκεφαλαιώσασθαι τὴν ὅλην ὑπόθεσιν, οἰκειώσαντες τὴν ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος.
\n さて、我々はこの著作全体の終着点に至ったので、この歴史を書き始めるにあたって提示した端緒と予備的言明を再び想起させつつ、全体と部分の双方において、始まりと終わりを関連づけながら、全体の主題を総括したいと思う。
§39.8.4ἐξεθέμεθα τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατασκευῆς ποιησόμεθα τὴν ἀρχὴν ἀφʼ ὧν Τίμαιος ἀπέλιπεν·
\n そこで、まず最初に我々は、予備的な記述の始まりを、ティマイオスが記述を終えたところから始めることを明らかにした。
§39.8.5ἐπιδραμόντες δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεις, ἐπειδὴ περὶ μόνων τῶν τόπων τούτων κἀκεῖνος πεποίηται τὴν ἱστορίαν, ὅτʼ ἀνήλθομεν ἐπὶ τοὺς χρόνους, ἐν οἷς Ἀννίβας μὲν παρέλαβε τὰς Καρχηδόνος δυνάμεις, ὁ δὲ Δημητρίου Φίλιππος τὴν ἐν Μακεδονίᾳ βασιλείαν, Κλεομένης δʼ ὁ Σπαρτιάτης ἔφυγεν ἐκ τῆς Ἑλλάδος, ἅμα δὲ τούτοις Ἀντίοχος μὲν τὴν ἐν τῇ Συρίᾳ βασιλείαν διεδέδεκτο, Πτολεμαῖος δὲ τὴν κατʼ Αἴγυπτον ὁ κληθεὶς Φιλοπάτωρ, §39.8.6ἐπηγγειλάμεθα διότι πάλιν ἀπὸ τούτων τῶν καιρῶν ἀρξάμενοι καθʼ οὓς ἦν ὀλυμπιὰς ἐνάτη καὶ τριακοστὴ πρὸς ταῖς ἑκατόν, διέξιμεν τὰς κοινὰς τῆς οἰκουμένης πράξεις, περιγράφοντες κατʼ ὀλυμπιάδας καὶ διαιροῦντες κατʼ ἔτος καὶ συγκρίνοντες ἐκ παραβολῆς τὰς καταλλήλους ἕως τῆς Καρχηδόνος ἁλώσεως καὶ τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν μάχης, ἔτι δὲ τῆς ἐπιγενομένης ἐκ τούτων ἀποκαταστάσεως περὶ τοὺς Ἕλληνας.
\n そして、イタリア、シケリア、リビュアでの出来事を要約して駆け足でたどった。 彼もこれらだけの地域について歴史を著していたからである。 そして、ハンニバルがカルタゴの軍勢を引き継ぎ、デメトリオスの子フィリッポスがマケドニアの王位を、スパルタのクレオメネスがギリシアから亡命し、同時にアンティオコスがシリアの王位を、フィロパトルと呼ばれるプトレマイオスがエジプトの王位を継承した時代に我々が到達したとき、\n 我々は、第139オリンピア期に当たるこれらの時代から再び始めて、居住世界全体の共通の出来事を、オリンピア期ごとに画定し、年ごとに区分し、対応する出来事を比較対照しながら、カルタゴの陥落、およびイストモスにおけるアカイア人とローマ人の戦い、さらにはこれらから生じたギリシア人の間の秩序回復に至るまで、詳述することを約束した。
§39.8.7ἐξ ὧν τὸ κάλλιστον ἔφαμεν, ἅμα δʼ ὠφελιμώτατον περιγενέσθαι τοῖς φιλομαθοῦσι·
\n そこから、知を愛する人々にとって最も美しく、同時に最も有益な成果が得られると我々は述べた。
τοῦτο δʼ ἦν τὸ γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός.
それは、居住世界のほぼすべての地域が、いかにして、またどのような国制によって征服され、ローマの単一の支配下に降ったかを知ることであった。 そのようなことは、以前には起こった例がないことである。
§39.8.8τούτων δὴ πάντων ἡμῖν ἐπιτετελεσμένων λείπεται διασαφῆσαι τοὺς χρόνους τοὺς περιειλημμένους ὑπὸ τῆς ἱστορίας καὶ τὸ πλῆθος τῶν βύβλων καὶ τὸν ἀριθμὸν τῆς ὅλης πραγματείας.
\n これらのことがすべて我々によって成し遂げられた今、歴史に含まれる期間、本の数、および著作全体の総巻数を明らかにすることが残されている。