Humanitext Reader

波利比奥斯 · 历史 §39.8.1-39.8.8

全书结语与著述范围的回顾

第 1311 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯对其整部历史著作进行了总结,回顾了他如何作为提迈乌斯的延续,记述了自第139届奥林匹克运动会以来直至罗马霸权确立的全球事件,并说明在主体叙事完成之后,现在仅剩下交代著作的总体篇幅和册数的收尾工作。

§39.8.1ὅτι ὁ Πολύβιός φησι κατὰ τὸ τέλος τῆς συγγραφῆς· ταῦτα μὲν οὖν ἡμεῖς καταπράξαντες ἐκ τῆς Ῥώμης ἐπανήλθομεν, ὡσανεὶ κεφάλαιά τινα τῶν προπεπολιτευμένων κατειργασμένοι, χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους εὐνοίας.
ὅ提波利比乌斯在著作的末尾说:\n“因此,我们在完成了这些事情后,从罗马返回,仿佛实现了以往政治生涯的一些主要成果,这也是对罗马人的善意的一种相称的回报。
§39.8.2διὸ καὶ πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ λοιπὸν μέρος τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων διαμεῖναι, θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆσαι τοῖς ἀνθρώποις καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύει καθʼ ὅ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορθοῦν ἐν τῷ βίῳ.
\n 为此,我们向所有的神明祈祷,希望在余生中能够继续保持并处于这些状态之中,因为我们看到命运是多么容易嫉妒人类,而且她尤其在人看似最幸福、最成功的生活部分展现其力量。
καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν·
”\n而这些事情确实就是这样发生的。
§39.8.3ἡμεῖς δὲ παραγεγονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας βουλόμεθα, προσαναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προεκθέσεως ἧς ἐποιησάμεθα καταβαλόμενοι τὴν ἱστορίαν, συγκεφαλαιώσασθαι τὴν ὅλην ὑπόθεσιν, οἰκειώσαντες τὴν ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος.
\n 如今,我们已经到达了整部著作的终点,我们希望在重新提起我们在开始撰写这部历史时所作的开端和预备性陈述的同时,对整个主题进行总结,在整体和细节上都将开头与结尾联系起来。
§39.8.4ἐξεθέμεθα τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατασκευῆς ποιησόμεθα τὴν ἀρχὴν ἀφʼ ὧν Τίμαιος ἀπέλιπεν· §39.8.5ἐπιδραμόντες δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεις, ἐπειδὴ περὶ μόνων τῶν τόπων τούτων κἀκεῖνος πεποίηται τὴν ἱστορίαν, ὅτʼ ἀνήλθομεν ἐπὶ τοὺς χρόνους, ἐν οἷς Ἀννίβας μὲν παρέλαβε τὰς Καρχηδόνος δυνάμεις, ὁ δὲ Δημητρίου Φίλιππος τὴν ἐν Μακεδονίᾳ βασιλείαν, Κλεομένης δʼ ὁ Σπαρτιάτης ἔφυγεν ἐκ τῆς Ἑλλάδος, ἅμα δὲ τούτοις Ἀντίοχος μὲν τὴν ἐν τῇ Συρίᾳ βασιλείαν διεδέδεκτο, Πτολεμαῖος δὲ τὴν κατʼ Αἴγυπτον ὁ κληθεὶς Φιλοπάτωρ, §39.8.6ἐπηγγειλάμεθα διότι πάλιν ἀπὸ τούτων τῶν καιρῶν ἀρξάμενοι καθʼ οὓς ἦν ὀλυμπιὰς ἐνάτη καὶ τριακοστὴ πρὸς ταῖς ἑκατόν, διέξιμεν τὰς κοινὰς τῆς οἰκουμένης πράξεις, περιγράφοντες κατʼ ὀλυμπιάδας καὶ διαιροῦντες κατʼ ἔτος καὶ συγκρίνοντες ἐκ παραβολῆς τὰς καταλλήλους ἕως τῆς Καρχηδόνος ἁλώσεως καὶ τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν μάχης, ἔτι δὲ τῆς ἐπιγενομένης ἐκ τούτων ἀποκαταστάσεως περὶ τοὺς Ἕλληνας.
\n 因此,我们在开始时指出,我们将从提迈乌斯结束的地方开始我们的预备性叙述;\n 在扼要地回顾了意大利、西西里和利比亚的事件之后——因为他也仅就这些地区撰写了历史——当我们追溯到汉尼拔接管迦太基军队、德米特里之子腓力继承马其顿王位、斯巴达的克里昂米尼逃离希腊,以及与此同时安条克继承叙利亚王位、被称为菲洛帕托尔的托勒密继承埃及王位的时代时,\n 我们承诺,将再次从第139届奥林匹克运动会所在的这些时期开始,详细阐述整个世界共同的事件,按奥林匹亚周期进行划分,按年进行区分,并对比平行事件,一直到迦太基的沦陷、阿开亚人与罗马人在地峡的战役,以及由此在希腊人中产生的后续恢复与整理。
§39.8.7ἐξ ὧν τὸ κάλλιστον ἔφαμεν, ἅμα δʼ ὠφελιμώτατον περιγενέσθαι τοῖς φιλομαθοῦσι· τοῦτο δʼ ἦν τὸ γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός.
\n 我们曾说,从中对于热爱知识的人来说,将获得最美妙且最实用的成果;那就是了解几乎整个有人居住的世界是如何在什么样的国制下被征服并落入罗马的单一统治之下的,这在以前是从未发生过的。
§39.8.8τούτων δὴ πάντων ἡμῖν ἐπιτετελεσμένων λείπεται διασαφῆσαι τοὺς χρόνους τοὺς περιειλημμένους ὑπὸ τῆς ἱστορίας καὶ τὸ πλῆθος τῶν βύβλων καὶ τὸν ἀριθμὸν τῆς ὅλης πραγματείας.
\n 既然所有这些工作都已由我们完成,接下来剩下的就是说清楚这部历史所包容的时期、图书的数量以及整部著作的总册数。

词汇与语法注释

  1. §39.8.1ὡσανεὶ ... κατειργασμένοι — 伴有“ὡσανεί”(仿佛)的完成时中被动分词,与主句主语“ἡμεῖς”(我们)一致,作为伴随状语分词,描述了归国时的心态或状态。
  2. §39.8.1χάριν ἀξίαν — 在上下文中意为“回报”的宾格名词短语,作为前述分词短语所表达的行动的同格成分(同格宾格)发挥作用。
  3. §39.8.2ὡς ἔστιν ἀγαθὴ φθονῆσαι — 形容词“ἀγαθή”伴随限制性不定式“φθονῆσαι”,表示某种倾向或习惯(“易于嫉妒”)。此外,主句的宾语“τὴν τύχην”是该“ὡς”从句的逻辑主语被提前至主句的“先行动作(prolepsis)”句式。
  4. §39.8.5ἐπιδραμόντες ... ἐπηγγειλάμεθα — 从 §39.8.5 中的分词“ἐπιδραμόντες”开始,经过“ὅτʼ ἀνήλθομεν”引导的长插入从句,最终在 §39.8.6 出现主句动词“ἐπηγγειλάμεθα”。整体骨架为“当我们到达了……的时代时(ὅτε...),我们承诺(ἐπηγγειλάμεθα)……”。

引用这一段

波利比奥斯, 历史 §39.8.1-39.8.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:39.8.1-39.8.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。