§30.25.1ὁ δʼ αὐτὸς οὗτος βασιλεὺς ἀκούσας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλοδωρίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπʼ αὐτοῦ ἐπὶ Δάφνης, ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν.
この同じ王は、ローマの将軍アイミリウス・パウルスによってマケドニアで執り行われた競技会について聞き、寛大さにおいてパウルスを凌駕することを望み、自身によってダフネで催される予定の競技会を告知するために諸都市に使節や祭典使を派遣した。 その結果、ギリシア人たちの間に彼のもとへと赴く強い熱意が生じるほどであった。
§30.25.2ἀρχὴν δʼ ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν.
そして、彼は次のように執り行われた行列をもって、祭典の始まりとした。
§30.25.3καθηγοῦντό τινες Ῥωμαϊκὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἁλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντακισχίλιοι· μεθʼ οὓς Μυσοὶ πεντακισχίλιοι.
鎖帷子を身につけたローマ風の武装をした、体盛んな若者たち五千人が先頭を行き、その後にミシュア人五千人が続いた。
§30.25.4συνεχεῖς δʼ ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους.
それに続いて、軽装兵の方式で武装し、金の冠を戴いたキリキア人三千人がいた。
§30.25.5ἐπὶ δὲ τούτοις Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι.
彼らの後ろにはトラキア人三千人とガラティア人五千人がいた。
τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες, οἷς ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τετταράκοντα.
これらに、マケドニア人二万人(青銅の盾の兵五千人と、他の、白銀の盾の兵)が合流し、彼らには二百四十対の剣闘士が従っていた。
§30.25.6τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι πολιτικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσοφάλαροι καὶ χρυσοστέφανοι, οἱ δʼ ἄλλοι ἀργυροφάλαροι.
これらの背後には、ニサ産の馬に乗った騎兵千人と、市民の騎兵三千人がおり、その多くは金の馬飾りと金の冠をつけ、他は銀の馬飾りをつけていた。
§30.25.7μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι Ἑταῖροι ἱππεῖς·
彼らの後には、いわゆるヘタイロイ騎兵がいた。
οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι.
彼らは約千人で、全員が金の馬飾りをつけていた。
τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα,
これに続いて友人たちの部隊があったが、これは人数においても装飾においても同等であった。
§30.25.8ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον. ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, κράτιστον εἶναι δοκοῦν σύστημα τῶν ἱππέων,
その次には選抜兵千人がおり、彼らにはアゲーマと呼ばれる、騎兵の中で最も優秀とされる部隊が従っていた。
§30.25.9περὶ χιλίους.
これはおよそ千人であった。
τελευταία δʼ ἦν ἡ κατάφρακτος ἵππος, οἰκείως τῇ προσηγορίᾳ τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπασμένων τοῖς ὅπλοις·
最後尾は重装騎兵であり、その名にふさわしく馬も人も武具で覆われていた。
ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι καὶ πεντακόσιοι.
彼らは千五百人であった。
§30.25.10πάντες δʼ οἱ προειρημένοι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς.
上記の者たちは全員が紫のマントを羽織っており、多くの者は金糸の刺繍や動物の紋様が入ったものを身につけていた。
§30.25.11ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τετταράκοντα, ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς.
彼らの後ろには、六頭立ての戦車が百台、四頭立ての戦車が四十台あり、次いで、象が引く戦車一台と、二頭立ての馬車一台があった。
καθʼ ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ.
そして一頭ずつ装備を施された象が三十六頭続いた。
τὴν δʼ ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον, §30.25.12ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον.
それ以外の行列を記述することは困難であるが、要点を述べることとしよう。
ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς ὀκτακοσίους, χρυσοῦς ἔχοντες στεφάνους, βόες δʼ εὐτραφεῖς περὶ χιλίους, θεωρίδες δὲ βραχὺ λείπουσαι τριακοσίων, ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι.
すなわち、金の冠を戴いた青年たち約八百人が行列に加わり、肥え太った牛が約千頭、神聖な使節団が三百近く、象の牙が八百本あった。
§30.25.13τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι·
神像の多さは説明しきれない。
πάντων γὰρ τῶν παρʼ ἀνθρώποις λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων, προσέτι δὲ ἡρώων εἴδωλα διήγετο, τὰ μὲν κεχρυσωμένα, τὰ δʼ ἠμφιεσμένα στολαῖς διαχρύσοις.
人間たちの間で語られ、あるいは信じられている、すべての神々、精霊、さらには英雄たちの像が運ばれ、それらはあるものは金箔で覆われ、あるものは金糸入りの衣を着せられていた。
§30.25.14καὶ πᾶσι τούτοις οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας ἐν διασκευαῖς πολυτελέσι παρέκειντο.
そして、これらすべてに、伝承された物語に従ってふさわしい神話が、豪華な演出で添えられていた。
§30.25.15εἵπετο δʼ αὐτοῖς καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ, καὶ Ἠοῦς καὶ Μεσημβρίας.
彼らにはまた、夜と昼、大地と天、そして暁と真昼の像も従っていた。
§30.25.16τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν ὅσον ἦν·
金器や銀器の多さは、次のことから推し量ることができるだろう。
ἑνὸς γὰρ τῶν φίλων, Διονυσίου τοῦ ἐπιστολιαγράφου, χίλιοι παῖδες ἐπόμπευσαν ἀργυρώματα ἔχοντες, ὧν οὐδὲν ἐλάττονʼ ὁλκὴν εἶχεν δραχμῶν χιλίων.
王の友人の一人、書記官のディオニュシオスの僕千人が、銀器を手にして行列を歩んだが、そのどれもが重さ千ドラクマを下回るものはなかった。
§30.25.17βασιλικοὶ δὲ παῖδες παρῆλθον ἑξακόσιοι χρυσώματα ἔχοντες.
また、王室の小姓六百人が金器を手にして通り過ぎた。
ἔπειτα γυναῖκες ἐκ χρυσῶν καλπίδων μύροις ἔρραινον, εἰς διακοσίας.
その後に、金の花瓶から香油を振りまく女性たちが二百人ほど続いた。
§30.25.18ταύταις δʼ ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι μὲν φορείοις ὀγδοήκοντα γυναῖκες, ἐν ἀργυρόποσι δὲ πεντακόσιαι καθήμεναι, πολυτελῶς διεσκευασμέναι.
これに次いで、豪華に着飾った女性たちが、金色の脚の付いた輿に八十人が、銀色の脚の付いた輿に五百人が乗って行列を進んだ。
§30.25.19καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν.
そして、行列のうちで最も華々しい部分は以上のとおりであった。