§30.16.1ὅτι κατὰ τὴν Αἴγυπτον οἱ βασιλεῖς ἀπολελυμένοι τοῦ πρὸς Ἀντίοχον πολέμου πρῶτον μὲν εἰς Ῥώμην πρεσβευτὴν ἐξέπεμψαν Νουμήνιον, ἕνα τῶν φίλων, εὐχαριστήσοντα περὶ τῶν εἰς αὐτοὺς γεγονότων εὐεργετημάτων·
ὅτι エジプトにおいては、アンティオコスとの戦争から解放された王たちが、まず第一に、自分たちに対してなされた恩恵に感謝するために、ローマへ「友」の一人であるヌメニオスを使節として派遣したこと。
§30.16.2ἀπέλυσαν δὲ καὶ τὸν Λακεδαιμόνιον Μεναλκίδαν, ἐνεργῶς κεχρημένον τοῖς κατὰ τῆς βασιλείας καιροῖς πρὸς τὴν ἰδίαν ἐπανόρθωσιν, Γαΐου Ποπιλίου τὴν ὑπὲρ τῆς ἀπολύσεως χάριν αἰτησαμένου παρὰ τῶν βασιλέων.
また彼らは、王国の直面した危機を自分自身の立て直しのために精力的に利用したラケダイモニア人メナルキダスをも釈放した。 これは、ガイウス・ポピリウスが王たちに彼の釈放という恩恵を求めたからであった。