§3.18.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δημήτριος ἅμα τῷ συνεῖναι τὴν ἐπιβολὴν τῶν Ῥωμαίων παραυτίκα μὲν εἰς τὴν Διμάλην ἀξιόχρεων φρουρὰν εἰσέπεμψε καὶ τὰς ἁρμοζούσας ταύτης χορηγίας, ἐκ δὲ τῶν λοιπῶν πόλεων τοὺς μὲν ἀντιπολιτευομένους ἐπανείλετο, τοῖς δʼ αὑτοῦ φίλοις ἐνεχείρισε τὰς δυναστείας,
これと同じ時期に、デメトリオスはローマ人の企てを察知するやいなや、直ちにディマレに十分な守備隊とそれに適した補給物資を送り込み、その他の都市からは自らに反対する政敵たちを排除して、自らの友人たちに支配権を委ねた。
§3.18.2αὐτὸς δʼ ἐκ τῶν ὑποτεταγμένων ἐπιλέξας τοὺς ἀνδρωδεστάτους ἑξακισχιλίους συνέστησε τούτους εἰς τὴν Φάρον.
そして自らは、配下の者たちの中から最も精悍な者たち6000人を選び出し、これらをファロスに集結させた。
§3.18.3ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων ἀφικόμενος εἰς τὴν Ἰλλυρίδα μετὰ τῶν δυνάμεων καὶ θεωρῶν τοὺς ὑπεναντίους θαρροῦντας ἐπὶ τῇ τῆς Διμάλης ὀχυρότητι καὶ ταῖς παρασκευαῖς, ἔτι δὲ τῷ δοκεῖν αὐτὴν ἀνάλωτον ὑπάρχειν, ταύτῃ πρῶτον ἐγχειρεῖν ἔκρινε, βουλόμενος καταπλήξασθαι τοὺς πολεμίους.
一方、ローマ人の将軍は軍勢とともにイリュリアに到着し、敵がディマレの堅固さと防備の備え、さらにはそこが攻略不可能であるように思われることに自信を得ているのを見て、敵を震え上がらせたいと考え、まずこの都市を攻撃することに決めた。
§3.18.4παρακαλέσας δὲ τοὺς κατὰ μέρος ἡγεμόνας καὶ προσαγαγὼν ἔργα κατὰ πλείους τόπους ἤρξατο πολιορκεῖν.
そして、各部隊の指揮官たちを励まし、複数の場所に攻城兵器を配備して包囲戦を開始した。
§3.18.5λαβὼν δὲ κατὰ κράτος ἐν ἡμέραις ἑπτὰ παραχρῆμα πάντας ἥττησε ταῖς ψυχαῖς τοὺς ὑπεναντίους.
そして7日目に力攻めによって攻略すると、直ちに敵のすべての人々を精神的に屈服させた。
§3.18.6διόπερ εὐθέως παρῆσαν ἐκ πασῶν τῶν πόλεων ἐπιτρέποντες καὶ διδόντες αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν.
そのため、直ちにすべての都市から人々が訪れ、自らをローマ人の信義に委ねて降伏した。
§3.18.7ὁ δὲ προσδεξάμενος ἑκάστους ἐπὶ ταῖς ἁρμοζούσαις ὁμολογίαις ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Φάρον ἐπʼ αὐτὸν τὸν Δημήτριον.
彼はそれぞれの都市を適切な合意のもとに受け入れると、デメトリオス自身が拠るファロスへの航海を行った。
§3.18.8πυνθανόμενος δὲ τήν τε πόλιν ὀχυρὰν εἶναι καὶ πλῆθος ἀνθρώπων διαφερόντων εἰς αὐτὴν ἡθροῖσθαι, πρὸς δὲ καὶ ταῖς χορηγίαις ἐξηρτῦσθαι καὶ ταῖς ἄλλαις παρασκευαῖς, ὑφεωρᾶτο μὴ δυσχερῆ καὶ πολυχρόνιον συμβῇ γενέσθαι τὴν πολιορκίαν.
しかし、その都市が堅固であり、優れた多くの兵士がそこに集結しており、さらに補給物資やその他の防備も十分に整っていることを知ると、包囲戦が困難になり、長期化することを恐れた。
§3.18.9διὸ προορώμενος ἕκαστα τούτων ἐχρήσατο παρʼ αὐτὸν τὸν καιρὸν τοιῷδέ τινι γένει στρατηγήματος.
そこで、これらの状況をすべて見越した上で、彼はまさにその好機に、次のような計略を用いた。
§3.18.10ποιησάμενος γὰρ τὸν ἐπίπλουν νυκτὸς ἐπὶ τὴν νῆσον παντὶ τῷ στρατεύματι τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως ἀπεβίβασεν εἴς τινας ὑλώδεις καὶ κοίλους τόπους,
すなわち、夜間に全軍を率いてこの島への船路を進めると、軍勢の大半を林の茂った窪地に上陸させた。
§3.18.11εἴκοσι δὲ ναυσὶν ἐπιγενομένης ἡμέρας ἔπλει προδήλως ἐπὶ τὸν ἔγγιστα τῆς πόλεως λιμένα.
そして夜が明けると、20隻の船を伴って、都市に最も近い港へと公然と航行した。
§3.18.12συνορῶντες δὲ τὰς ναῦς οἱ περὶ τὸν Δημήτριον καὶ καταφρονοῦντες τοῦ πλήθους ὥρμησαν ἐκ τῆς πόλεως ἐπὶ τὸν λιμένα, κωλύσοντες τὴν ἀπό
デメトリオスの一派は、これらの船を見通し、その少なさを侮って、上陸を阻止しようとして都市から港へと急いだ。