§27.7.1ὅτι Γάιος ἔτι περὶ τὴν Κεφαλληνίαν ὁρμῶν ἐξέπεμψε τοῖς Ῥοδίοις γράμματα περὶ πλοίων ἐξαποστολῆς, συνθεὶς τὴν ἐπιστολὴν ἀλείπτῃ τινὶ Σωκράτει.
ガイウスが、まだケファレニア付近に停泊している間に、船の派遣に関する書簡をロドス人たちに送り、その手紙を体育教師であるソクラテスという男に託したこと。
§27.7.2παραγενομένων δὲ τῶν γραμμάτων εἰς τὴν Ῥόδον, Στρατοκλέους πρυτανεύοντος τὴν δευτέραν ἕκμηνον, §27.7.3καὶ τοῦ διαβουλίου προτεθέντος, τοῖς μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Ῥοδοφῶντα καὶ Ἀστυμήδην καὶ ἑτέροις πλείοσιν ἐδόκει πέμπειν τὰς ναῦς καὶ συνάπτεσθαι τῆς ἀρχῆς εὐθέως τοῦ πολέμου, μηδεμίαν πρόφασιν ποιουμένους.
書簡がロドスに届き、ストラトクレスが後半の六ヶ月期のプリュタニスを務めていたとき、そして審議が提起された際、アガタゲトスやロドポン、アステュメデスらのグループ、および他の多くの人々は、いかなる口実も作ることなく、直ちに船を送り、戦争の当初から協力すべきであると考えた。
§27.7.4οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον δυσαρεστοῦντες μὲν καὶ τοῖς ἤδη γεγονόσι φιλανθρώποις πρὸς Ῥωμαίους, τότε δὲ προθέμενοι τὸ τοῦ βασιλέως Εὐμένους πρόσωπον ἤρξαντο λυμαίνεσθαι τὴν τῶν πολλῶν προαίρεσιν.
一方、デイノンやポリュアラトスらは、すでにローマ人に対して行われた友好的な措置にも不満を抱いていたが、そのときはエウメネス王の姿を口実に掲げて、大衆の意向を損ない始めた。
§27.7.5ὑπαρχούσης γὰρ τοῖς Ῥοδίοις ὑποψίας καὶ διαφορᾶς πρὸς τὸν Εὐμένη, πάλαι μὲν ἐκ τοῦ πολέμου τοῦ πρὸς Φαρνάκην, ὅτε, τοῦ βασιλέως Εὐμένους ἐφορμοῦντος ἐπὶ τοῦ κατὰ τὸν Ἑλλήσποντον στόματος χάριν τοῦ κωλύειν τοὺς πλέοντας εἰς τὸν Πόντον, ἐπελάβοντο τῆς ὁρμῆς αὐτοῦ καὶ διεκώλυσαν Ῥόδιοι,
というのも、ロドス人にはエウメネスに対する不信感と確執が以前から存在していたからである。 昔、ファルナケスに対する戦争の際、エウメネス王がポントスへ航行する者たちを阻止する目的でヘレスポントスの入り口に船を停泊させていたとき、ロドス人が彼の進出を抑えて妨害したことに端を発し、また少し前の時期には、リキアをめぐる問題から確執が再燃していた。
§27.7.6μικροῖς δʼ ἀνώτερον χρόνοις ἐκ τῶν Λυκιακῶν ἀναξαινομένης τῆς διαφορᾶς ἔκ τινων ἐρυμάτων καὶ χώρας, ἣν συνέβαινε κεῖσθαι μὲν ἐπὶ τῆς ἐσχατιᾶς τῆς τῶν Ῥοδίων Περαίας, κακοποιεῖσθαι δὲ συνεχῶς διὰ τῶν ὑπʼ Εὐμένει ταττομένων·
それは、たまたまロドス領ペライアの境界に位置していたいくつかの砦や土地が、エウメネスの配下にある者たちによって絶えず荒らされていたためであった。
§27.7.7ἐκ πάντων δὴ τούτων εὐηκόως διέκειντο πρὸς πᾶν τὸ λεγόμενον κατὰ τοῦ βασιλέως.
これらすべてのことから、彼らは国王に対して語られるいかなる非難に対しても、容易に耳を傾ける状態にあった。
§27.7.8διὸ ταύτης ἐπιλαβόμενοι τῆς ἀφορμῆς οἱ περὶ τὸν Δείνωνα διέσυρον τὴν ἐπιστολήν, φάσκοντες οὐ παρὰ Ῥωμαίων αὐτὴν ἥκειν, ἀλλὰ παρʼ Εὐμένους, θέλοντος αὐτοὺς ἐκείνου κατὰ πάντα τρόπον ἐμβιβάζειν εἰς τὸν πόλεμον καὶ προσάπτειν τῷ δήμῳ δαπάνας καὶ κακοπαθείας οὐκ ἀναγκαίας.
それゆえ、デイノンらはこの口実を捉えて書簡を中傷し、それはローマ人から来たものではなく、あらゆる方法で彼らを戦争に巻き込み、民衆に不必要な出費と苦難を押し付けようと望むエウメネスから来たものだと主張した。
§27.7.9καὶ μαρτύριον ἐποίουν τῆς ἑαυτῶν ἀποφάσεως τὸ παραγεγονέναι φέροντα τὴν ἐπιστολὴν [ἀλείπτην τινὰ καὶ] τοιοῦτον ἄνθρωπον, οὐκ εἰωθότων τοῦτο ποιεῖν Ῥωμαίων, ἀλλὰ καὶ λίαν μετὰ πολλῆς σπουδῆς καὶ προστασίας διαπεμπομένων ὑπὲρ τῶν τοιούτων.
そして、彼らは自分たちの主張の証拠として、体育教師[のような]そのような人物が手紙を携えて到着したことを挙げた。 ローマ人はそのようなことをする習慣がなく、むしろこうした事柄については、大いなる熱意と公式の使節を伴って派遣するのが常であったからである。
ἔλεγον δὲ ταῦτα, §27.7.10καλῶς μὲν εἰδότες ὅτι συμβαίνει γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλόμενοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου ποιεῖν Ῥωμαίοις, ἀλλʼ ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι προσκοπῆς καὶ δυσαρεστήσεως ἀφορμάς.
彼らがこのように言ったのは、その書簡がルクレティウスによって書かれたものであることをよく知っていながらも、大衆に対し、ローマ人のために何事も安易に行うのではなく、あらゆる点において困難を生じさせ、衝突や不満の口実を与えるよう教え込みたかったからであった。
§27.7.11ἦν γὰρ τὸ προκείμενον αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας ἀλλοτριοῦν τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν ἐμπλέκειν, καθʼ ὅσον οἷοί τʼ ἦσαν.
なぜなら、彼らの目的は、民衆をローマ人への好意から引き離し、できる限りペルセウスとの友好関係に巻き込むことだったからである。
§27.7.12συνέβαινε δὲ τοὺς προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον, ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον, ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα, φιλάργυρον ὄντα καὶ θρασύν, ἐξ ἀρχῆς οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως.
前述の者たちが親しい関係にあったのは、ポリュアラトスが、傲慢かつ虚栄心が強く、自らの財産を負債まみれにしていたのに対し、デイノンは貪欲かつ大胆で、当初から支配者や王たちからの財政的支援による家計の立て直しを求めて親交を結んでいたからであった。
§27.7.13ἐφʼ οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστὰς καὶ πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων ἐπʼ ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων.
これに対して、プリュタニスであるストラトクレスが立ち上がり、ペルセウスに対しては多くの非難を、ローマ人に対しては多くの好意的な発言を行った上で、船の派遣に関する決議を承認するよう大衆を促した。
§27.7.14καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἕξ, πέντε μὲν ἐξαπέστειλαν ἐπὶ Χαλκίδος, ἡγεμόνα συστήσαντες ἐπʼ αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφʼ ἧς ἄρχων ἐπέπλει §27.7.15Τιμαγόρας.
そして直ちに4段櫂船6隻を艤装し、5隻をカルキスに向けて派遣して、その指揮官にティマゴラスを任命し、1隻をテネドスへと向かわせたが、その船には指揮官として乗船していたのがティマゴラスであった。
ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην, ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον, αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ δὲ πληρώματος.
彼はテネドスで、ペルセウスからアンティオコスのもとへ派遣されていたディオパネスを見つけたが、彼自身を捕らえることはできず、その乗組員たちだけを手に入れた。
§27.7.16ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας, φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. —
ルクレティウスは、海からやってきた同盟者たちを皆温かく迎えたものの、海上での支援はもはや情勢上必要ないと述べて、彼らを任務から解放した。