§23.11.1ὅτι "δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγῳδίας καὶ τοὺς μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ γινώσκειν καὶ συνεφιστάνειν ἐπὶ τοῦτο τὸ μέρος.
ὅτι 「悲劇や神話や歴史を単に読むだけでなく、この部分について理解し、注意を向けるべきである。
§23.11.2ἐν οἷς ἅπασιν ἔστιν ὁρᾶν, ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους ὀργὴν καὶ φιλονικίαν ἐμπεσόντες ἐπὶ πολὺ προύβησαν, ἅπαντας τοὺς τοιούτους οὐ μόνον σφᾶς ἀπολωλεκότας, ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις ἄρδην κατεστραφότας,
それらすべてのなかで、兄弟たちのうち、互いに対する怒りや対抗意識に陥って度を越して進んでしまった者たちは皆、自分たちを滅ぼしただけでなく、生活も子供たちも都市をも根こそぎ破壊してしまったのを見ることができる。
§23.11.3ὅσοι δὲ μετρίως ἐζήλωσαν τὸ στέργειν αὑτοὺς καὶ φέρειν τὰς ἀλλήλων ἀγνοίας, τούτους ἅπαντας σωτῆρας γεγονότας ὧν ἀρτίως εἶπον καὶ μετὰ τῆς καλλίστης φήμης καὶ δόξης βεβιωκότας.
他方、互いを愛し、互いの無知を耐え忍ぶことを節度を持って熱望した者たちは皆、私が先ほど言ったものの救い手となり、最も優れた評判と栄光とともに生涯を送ったのを見ることができる。
§23.11.4καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασιλεῖς πολλάκις ὑμᾶς ἐπέστησα, λέγων ὅτι τοσοῦτον χρόνον διετήρησαν σφῶν τῇ πατρίδι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο συμβασιλεύοντες ἀλλήλοις·
さらにまた、私はしばしばあなた方の注意をラケダイモンの王たちに向けさせ、彼らは、親に対するかのように監督官たちに従い、互いに共同で統治することを耐え忍んだ間だけ、自分たちの祖国のためにギリシア人の覇権を維持したのだと語った。
§23.11.5ὅτε δὲ διαφωνήσαντες εἰς μοναρχίαν τὰ πράγματα μετέστησαν, τότε πάντων ἅμα τῶν κακῶν πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην·
しかし、彼らが不和になって国制を君主制へと移行させたとき、そのとき彼らはスパルタにすべての災いを一時に経験させることになった。
§23.11.6τὸ δὲ τελευταῖον ὡσανεὶ κατʼ ἔνδειξιν ὑμῖν λέγων καὶ τιθεὶς ἐναργῶς ὑπὸ τὴν ὄψιν διετέλουν τούτους τοὺς περὶ τὸν Εὐμένη καὶ τὸν Ἄτταλον,
そして最後に、いわば実例を示すかのようにあなた方に語り、目の前に生き生きと提示し続けたのは、エウメネスとアッタロスの一行のことであった。
§23.11.7ὅτι παραλαβόντες οὗτοι μικρὰν ἀρχὴν καὶ τὴν τυχοῦσαν ηὐξήκασι ταύτην, ὥστε μηδεμιᾶς εἶναι καταδεεστέραν, διʼ οὐθὲν ἕτερον ἢ διὰ τὴν πρὸς αὑτοὺς ὁμόνοιαν καὶ συμφωνίαν καὶ τὸ δύνασθαι καταξίωσιν ἀλλήλοις διαφυλάττειν·
すなわち、彼らは小さくありふれた支配権を引き継ぎながらも、それを拡大し、いかなる国にも劣らないものとしたが、それは彼らの間の合意と調和、そして互いに対する敬意を保つことができたこと以外の何物によってでもない。
ὧν ὑμεῖς ἀκούοντες οὐχ οἷον εἰς νοῦν ἐλαμβάνετε, §23.11.8τὸ δʼ ἐναντίον ἠκονᾶτʼ, ἐμοὶ δοκεῖ, τοὺς κατʼ ἀλλήλων θυμούς.
あなた方はこれらを聞きながらも、心に留めるどころか、それどころか、逆に、私には思われるが、互いに対する怒りを研ぎ澄ましていたのだ。
"
」