§21.37.1ὅτι Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, ὅπως πρεσβεύσῃ πρὸς τοὺς τῶν Γαλατῶν βασιλεῖς.
ローマの将軍グナエウスが、ガラティア人の王たちに使節として赴くようガラティア人エポソグナトスに使節を派遣したこと。
§21.37.2καὶ [ὁ] Ἐποσόγνατος ἔπεμψε πρὸς Γνάιον πρέσβεις καὶ παρεκάλει [τὸν Γνάιον] τὸν τῶν Ῥωμαίων στρατηγὸν μὴ προεξαναστῆναι μηδʼ ἐπιβαλεῖν χεῖρας τοῖς Τολιστοβογίοις Γαλάταις,
そしてエポソグナトスもグナエウスに使節を送り、ローマの将軍に、まだ行動を起こさず、またトリストボギオイ・ガラティア人たちに手を下さないよう要請した。
§21.37.3καὶ διότι πρεσβεύσει πρὸς τοὺς βασιλεῖς αὐτῶν Ἐποσόγνατος καὶ ποιήσεται λόγους ὑπὲρ τῆς φιλίας, καὶ πεπεῖσθαι πρὸς πᾶν αὐτοὺς παραστήσεσθαι τὸ καλῶς ἔχον.
そして、エポソグナトス自身が彼らの王たちのもとに使節として赴いて友好のための交渉を行うつもりであり、彼らがすべての適切な条件に応じるよう説得されるだろうと確信しているからである、とのことだった。
— §21.37.4Γνάιος ὁ ὕπατος Ῥωμαίων διερχόμενος ἐγεφύρωσε τὸν Σαγγάριον ποταμόν, τελέως κοῖλον ὄντα καὶ δύσβατον.
— ローマの執政官グナエウスは、進軍中に、極めて深く渡りがたいサンガリオス川に橋を架けた。
§21.37.5καὶ παρʼ αὐτὸν τὸν ποταμὸν στρατοπεδευσαμένου παραγίνονται Γάλλοι παρʼ Ἄττιδος καὶ Βαττάκου τῶν ἐκ Πεσσινοῦντος ἱερέων τῆς Μητρὸς τῶν θεῶν,
そして、彼がその川のまさに傍らに宿営したとき、ペッシヌースの諸神の母の神官であるアッティスとバッタコスのもとからガッリたちがやって来た。
§21.37.6ἔχοντες προστηθίδια καὶ τύπους, φάσκοντες προσαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτος.
彼らは胸飾りと像を身につけており、女神が勝利と支配を告げ知らせていると主張していた。
§21.37.7οὓς ὁ Γνάιος φιλανθρώπως ὑπεδέξατο.
彼らをグナエウスは親切に迎え入れた。
— §21.37.8ὄντος δὲ τοῦ Γναΐου πρὸς τὸ πολισμάτιον τὸ καλούμενον Γορδίειον, ἧκον παρʼ Ἐποσογνάτου πρέσβεις ἀποδηλοῦντες ὅτι πορευθεὶς διαλεχθείη τοῖς τῶν Γαλατῶν βασιλεῦσιν, §21.37.9οἱ δʼ ἁπλῶς εἰς οὐδὲν συγκαταβαίνοιεν φιλάνθρωπον, ἀλλʼ ἡθροικότες ὁμοῦ τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἅπασαν εἰς τὸ καλούμενον ὄρος Ὄλυμπον ἕτοιμοι πρὸς μάχην εἰσίν.
— グナエウスがゴルディエイオンと呼ばれる小さな町の近くにいたとき、エポソグナトスのもとから使節たちがやって来て、彼が赴いてガラティア人の王たちと交渉したものの、彼らは一切の友好関係に応じようとせず、むしろ子供や妻たち、およびその他の全財産をオリンポスと呼ばれる山に一堂に集めて、戦闘の準備を整えているということを明らかにした。
—
—