Humanitext Reader

波利比奥斯 · 历史 §21.37.1-21.37.9

格奈乌斯进军加拉太与佩西努斯祭司来见

第 999 段,共 1311 段 · 希腊语

内容简介

罗马将军格奈乌斯试图通过埃波索格纳图斯同加拉太诸王谈判,但遭到拒绝,诸王集结于奥林匹斯山。行军途中,格奈乌斯在桑加里乌斯河上架桥,并接见了佩西努斯的祭司。

§21.37.1ὅτι Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, ὅπως πρεσβεύσῃ πρὸς τοὺς τῶν Γαλατῶν βασιλεῖς.
关于罗马将军格奈乌斯派遣使者前往加拉太人埃波索格纳图斯处,以便其出使加拉太诸王之事。
§21.37.2καὶ [ὁ] Ἐποσόγνατος ἔπεμψε πρὸς Γνάιον πρέσβεις καὶ παρεκάλει [τὸν Γνάιον] τὸν τῶν Ῥωμαίων στρατηγὸν μὴ προεξαναστῆναι μηδʼ ἐπιβαλεῖν χεῖρας τοῖς Τολιστοβογίοις Γαλάταις, §21.37.3καὶ διότι πρεσβεύσει πρὸς τοὺς βασιλεῖς αὐτῶν Ἐποσόγνατος καὶ ποιήσεται λόγους ὑπὲρ τῆς φιλίας, καὶ πεπεῖσθαι πρὸς πᾶν αὐτοὺς παραστήσεσθαι τὸ καλῶς ἔχον. —
埃波索格纳图斯也派遣使者前往格奈乌斯处,请求这位罗马将军不要提前采取行动,也不要对托利斯托博吉加拉太人动手,并称埃波索格纳图斯自己将出使他们的国王,为友好而进行谈判,且坚信他们会顺从一切合理的安排。
§21.37.4Γνάιος ὁ ὕπατος Ῥωμαίων διερχόμενος ἐγεφύρωσε τὸν Σαγγάριον ποταμόν, τελέως κοῖλον ὄντα καὶ δύσβατον.
— 罗马执政官格奈乌斯在通过时,在深邃且难以逾越的桑加里乌斯河上架起了桥梁。
§21.37.5καὶ παρʼ αὐτὸν τὸν ποταμὸν στρατοπεδευσαμένου παραγίνονται Γάλλοι παρʼ Ἄττιδος καὶ Βαττάκου τῶν ἐκ Πεσσινοῦντος ἱερέων τῆς Μητρὸς τῶν θεῶν, §21.37.6ἔχοντες προστηθίδια καὶ τύπους, φάσκοντες προσαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτος.
当他在该河畔宿营时,来自佩西努斯众神之母祭司阿蒂斯和巴塔科斯那里的加路们来到了这里,他们佩带着胸饰和塑像,声称女神预告了胜利与权力。
§21.37.7οὓς ὁ Γνάιος φιλανθρώπως ὑπεδέξατο. —
格奈乌斯友善地接见了他们。
§21.37.8ὄντος δὲ τοῦ Γναΐου πρὸς τὸ πολισμάτιον τὸ καλούμενον Γορδίειον, ἧκον παρʼ Ἐποσογνάτου πρέσβεις ἀποδηλοῦντες ὅτι πορευθεὶς διαλεχθείη τοῖς τῶν Γαλατῶν βασιλεῦσιν, §21.37.9οἱ δʼ ἁπλῶς εἰς οὐδὲν συγκαταβαίνοιεν φιλάνθρωπον, ἀλλʼ ἡθροικότες ὁμοῦ τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἅπασαν εἰς τὸ καλούμενον ὄρος Ὄλυμπον ἕτοιμοι πρὸς μάχην εἰσίν.
— 当格奈乌斯靠近被称为戈尔迪埃翁的小城镇时,来自埃波索格纳图斯的使者们到达,表明他已前去与加拉太诸王进行了交涉,但他们绝不妥协于任何友好的条件,反而将孩子、妻子以及所有其他财产一同聚集在被称为奥林匹斯的山上,准备交战。

词汇与语法注释

  1. §21.37.3διότι — 引导解释前一节请求原因的因果从句(“因为……”)。随后的不定式 πεπεῖσθαι 表明间接引语的延续。
  2. §21.37.3πεπεῖσθαι — 完成时被动不定式,作为间接引语的一部分。它表达了埃波索格纳图斯的信心(“他深信”)。宾格的 αὐτούς 指诸王,作为将来时不定式 παραστήσεσθαι 的主语。
  3. §21.37.5στρατοπεδευσαμένου — 属格绝对结构,其中属格主语(αὐτοῦ,指格奈乌斯)被省略。
  4. §21.37.5Γάλλοι — 此处并非指族群上的“加拉太人”或“高卢人”,而是特指女神库贝勒(众神之母)的阉割祭司“加路”(Galli)。
  5. §21.37.9συγκαταβαίνοιεν — 间接引语中的斜格祈愿式(oblique optative),依赖于历史时态主句动词 ἧκον。

引用这一段

波利比奥斯, 历史 §21.37.1-21.37.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.37.1-21.37.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。