§21.3.1ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς·
ὅτι 同時期に、元老院がフィリッポスからの使節たちを引見して交渉したということ。
§21.3.2ἧκον γὰρ παρʼ αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν καὶ προθυμίαν, ἣν παρέσχηται Ῥωμαίοις ὁ βασιλεὺς ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ.
ἧκον なぜなら、王がアンティオコスとの戦争においてローマ人たちに示した好意と熱意を詳しく説明するために、彼からの使節たちが到着していたからである。
§21.3.3ὧν διακούσασα τὸν μὲν υἱὸν Δημήτριον ἀπέλυσε τῆς ὁμηρείας παραχρῆμα·
ὧν 彼らの言い分を十分に聞いたうえで、元老院は、一方では(フィリッポスの)息子デメトリオスを即座に人質から解放した。
ὁμοίως δὲ καὶ τῶν φόρων ἐπηγγείλατο παραλύσειν, διαφυλάξαντος αὐτοῦ τὴν πίστιν ἐν τοῖς ἐνεστῶσι καιροῖς.
他方では、彼が現在の状況において忠誠を守り通すならば、同様に貢納金(の支払い)をも免除することを約束した。
§21.3.4παραπλησίως δὲ καὶ τοὺς τῶν Λακεδαιμονίων ὁμήρους ἀφῆκε πλὴν Ἀρμένα τοῦ Νάβιδος υἱοῦ·
παραπλησίως また同様に、ナビスの息子アルメナスを除くラケダイモン人の人質たちをも解放した。
τοῦτον δὲ μετὰ ταῦτα συνέβη νόσῳ μεταλλάξαι τὸν βίον.
このアルメナスについては、その後に病気で世を去ることになった。