§21.3.1ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς· §21.3.2ἧκον γὰρ παρʼ αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν καὶ προθυμίαν, ἣν παρέσχηται Ῥωμαίοις ὁ βασιλεὺς ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ.
ὅτι That around the same time, the senate gave audience to the envoys from Philip; ἧκον for envoys had come from him to set forth the goodwill and zeal which the king had shown to the Romans in the war against Antiochus.
§21.3.3ὧν διακούσασα τὸν μὲν υἱὸν Δημήτριον ἀπέλυσε τῆς ὁμηρείας παραχρῆμα· ὁμοίως δὲ καὶ τῶν φόρων ἐπηγγείλατο παραλύσειν, διαφυλάξαντος αὐτοῦ τὴν πίστιν ἐν τοῖς ἐνεστῶσι καιροῖς.
ὧν Having heard them out, the senate immediately released his son Demetrius from being a hostage; and likewise promised to release him from his tribute, provided that he maintained his loyalty in the present circumstances.
§21.3.4παραπλησίως δὲ καὶ τοὺς τῶν Λακεδαιμονίων ὁμήρους ἀφῆκε πλὴν Ἀρμένα τοῦ Νάβιδος υἱοῦ· τοῦτον δὲ μετὰ ταῦτα συνέβη νόσῳ μεταλλάξαι τὸν βίον.
παραπλησίως In like manner, it also released the hostages of the Lacedaemonians, except Armenas the son of Nabis; and as for him, it happened after this that he departed this life through illness.