Humanitext Reader

ポリュビオス · 歴史 §20.10.1-20.10.17

マニウスの過酷な要求とアイトリアの抗戦再開

957 / 1311 箇所 · ギリシア語

要旨

ローマ将軍マニウスは、降伏を表明したアイトリア人に対し過酷な要求を突きつけ、反発する使節を鎖で拘束しようとする。アイトリアの民衆はこれを聞いて激怒し、さらにアンティオコス3世からの支援の約束を得たことも手伝って和平交渉を破棄、戦争が再開される。

§20.10.1πλὴν ταῦτα κρίναντες ἐξέπεμψαν ἅμα τῷ Λευκίῳ τοὺς περὶ Φαινέαν διασαφήσοντας τὰ δεδογμένα τῷ Μανίῳ κατὰ σπουδήν·
ともあれ彼らはこの決意を下すと、決定事項を大急ぎでマニウスに伝えるため、ルキウスとともにパイネアスの周囲の者たちを送り出した。
§20.10.2οἳ καὶ συμμίξαντες τῷ στρατηγῷ καὶ πάλιν ὁμοίως δικαιολογηθέντες ὑπὲρ αὑτῶν, ἐπὶ καταστροφῆς εἶπαν διότι κέκριται τοῖς Αἰτωλοῖς σφᾶς αὐτοὺς ἐγχειρίζειν εἰς τὴν Ῥωμαίων πίστιν.
彼らは将軍のもとに到着し、再び同様に自分たちの立場を弁明したが、最後に、アイトリア人たちが自らをローマ人の信義に委ねることを決意したと告げた。
§20.10.3ὁ δὲ Μάνιος μεταλαβών "οὐκοῦν οὕτως ἔχει ταῦτα," φησίν,"
マニウスは言葉を引き継いで言った。
§20.10.4ὦ ἄνδρες Αἰτωλοί;
「それでは、そういうことなのだな、アイトリア人諸君?
"τῶν δὲ κατανευσάντων, "τοιγαροῦν πρῶτον μὲν δεήσει μηδένα διαβαίνειν ὑμῶν εἰς τὴν Ἀσίαν, μήτε κατʼ ἰδίαν μήτε μετὰ κοινοῦ δόγματος,
」彼らがうなずくと、「それならば、第一に、お前たちの誰もアジアに渡ってはならない。 私的にも、また共同の決議によってもである。
§20.10.5δεύτερον Δικαίαρχον ἔκδοτον δοῦναι καὶ Μενέστρατον τὸν Ἠπειρώτην," ὃς ἐτύγχανε τότε παραβεβοηθηκὼς εἰς Ναύπακτον, "σὺν δὲ τούτοις Ἀμύνανδρον τὸν βασιλέα καὶ τῶν Ἀθαμάνων τοὺς ἅμα τούτῳ συναποχωρήσαντας πρὸς αὐτούς.
第二に、ディカイアルコスと、イペイロス人のメネストラトス(彼は当時、たまたまナウパクトスへ援軍として赴いていた)を引き渡さねばならない。 そして彼らとともに、王アミュナンドロスと、彼とともにアイトリア人のもとへ亡命したアタマニア人たちもである。
§20.10.6"ὁ δὲ Φαινέας μεσολαβήσας "ἀλλʼ οὔτε δίκαιον," ἔφησεν, "οὔθʼ Ἑλληνικόν ἐστιν, ὦ στρατηγέ, τὸ παρακαλούμενον. "
」するとパイネアスが口を挟んで言った。 「しかし将軍、求められていることは正しくもなく、ギリシア的でもありません。
§20.10.7ὁ δὲ Μάνιος οὐχ οὕτως ὀργισθεὶς ὡς βουλόμενος εἰς ἔννοιαν αὐτοὺς ἀγαγεῖν τῆς περιστάσεως καὶ καταπλήξασθαι τοῖς ὅλοις, "ἔτι γὰρ ὑμεῖς ἑλληνοκοπεῖτε" φησὶ "καὶ περὶ τοῦ πρέποντος καὶ καθήκοντος ποιεῖσθε λόγον, δεδωκότες ἑαυτοὺς εἰς τὴν πίστιν;
」マニウスは怒ったというより、むしろ彼らに自分たちの置かれた危機的状況を自覚させ、完全に圧倒しようとして言った。 「お前たちはまだギリシア人ぶって、ふさわしいことや義務について議論しているのか、自らを我々の信義に委ねておきながら?
οὓς ἐγὼ δήσας εἰς τὴν ἅλυσιν ἀπάξω πάντας, ἂν τοῦτʼ ἐμοὶ δόξῃ.
もし私がそう望むなら、私はお前たち全員を鎖に縛って連行するのだぞ。
§20.10.8"ταῦτα λέγων φέρειν ἅλυσιν ἐκέλευσε καὶ σκύλακα σιδηροῦν ἑκάστῳ περιθεῖναι περὶ τὸν τράχηλον.
」彼はこう言って、鎖を持ってこさせ、彼ら一人一人の首に鉄の首輪をはめるよう命じた。
§20.10.9οἱ μὲν οὖν περὶ τὸν Φαινέαν ἔκθαμβοι γεγονότες ἕστασαν ἄφωνοι πάντες, οἱονεὶ παραλελυμένοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς διὰ τὸ παράδοξον τῶν ἀπαντωμένων·
そこでパイネアスの周囲の者たちは仰天し、不意に突きつけられた事態の予想外さのために、心身ともに麻痺したかのようになって、全員が言葉を失い立ち尽くした。
§20.10.10ὁ δὲ Λεύκιος καί τινες ἕτεροι τῶν συμπαρόντων χιλιάρχων ἐδέοντο τοῦ Μανίου μηδὲν βουλεύσασθαι δυσχερὲς ὑπὲρ τῶν παρόντων ἀνδρῶν, ἐπεὶ τυγχάνουσιν ὄντες πρεσβευταί.
しかしルキウスと同席していた千人隊長の何人かが、彼らは使節なのだから、目の前の男たちに対して過酷な決定を下さないようマニウスに懇願した。
τοῦ δὲ συγχωρήσαντος ἤρξατο λέγειν ὁ Φαινέας·
マニウスがこれを聞き入れると、パイネアスが語り始めた。
§20.10.11ἔφη γὰρ αὑτὸν καὶ τοὺς ἀποκλήτους ποιήσειν τὰ προσταττόμενα, προσδεῖσθαι δὲ καὶ τῶν πολλῶν, εἰ μέλλει κυρωθῆναι τὰ παραγγελλόμενα.
彼は、自分とアポクレトイは命令されたことを実行するつもりであるが、命じられた事柄が承認されるためには、民衆の同意も必要であると言った。
§20.10.12τοῦ δὲ Μανίου φήσαντος αὐτὸν ὀρθῶς λέγειν, ἠξίου πάλιν ἀνοχὰς αὑτοῖς δοθῆναι δεχημέρους.
マニウスが彼の言うことは正しいと認めると、彼は再び十日間の休戦を求めた。
συγχωρηθέντος δὲ καὶ τούτου, τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν·
これも認められ、その時はこの合意をもって彼らは別れた。
§20.10.13παραγενόμενοι δʼ εἰς τὴν Ὑπάταν διεσάφουν τοῖς ἀποκλήτοις τὰ γεγονότα καὶ τοὺς ῥηθέντας λόγους.
彼らはヒュパタに到着すると、アポクレトイに何が起こったかと、語られた言葉を詳しく報告した。
ὧν ἀκούσαντες τότε πρῶτον ἔννοιαν ἔλαβον Αἰτωλοὶ τῆς αὑτῶν ἀγνοίας καὶ τῆς ἐπιφερομένης αὐτοῖς ἀνάγκης.
これを聞いて初めて、アイトリア人たちは自分たちの無知と、自分たちに迫っている強制力を悟った。
§20.10.14διὸ γράφειν ἔδοξεν εἰς τὰς πόλεις καὶ συγκαλεῖν τοὺς Αἰτωλοὺς χάριν τοῦ βουλεύσασθαι περὶ τῶν προσταττομένων.
それゆえ、命令について議論するために、諸都市に書状を送り、アイトリア人たちを招集することに決定した。
§20.10.15διαδοθείσης δὲ τῆς φήμης ὑπὲρ τῶν ἀπηντημένων τοῖς περὶ τὸν Φαινέαν, οὕτως ἀπεθηριώθη τὸ πλῆθος ὥστʼ οὐδʼ ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο πρὸς τὸ διαβούλιον.
しかし、パイネアスらに起こった出来事についての噂が広まると、群衆は非常に憤慨したため、誰もその協議に集まろうとさえしなかった。
§20.10.16τοῦ δʼ ἀδυνάτου κωλύσαντος βουλεύσασθαι περὶ τῶν ἐπιταττομένων, ἅμα δὲ καὶ τοῦ Νικάνδρου κατὰ τὸν καιρὸν τοῦτον καταπλεύσαντος ἐκ τῆς Ἀσίας εἰς τὰ Φάλαρα τοῦ κόλπου τοῦ Μηλιέως, ὅθεν καὶ τὴν ὁρμὴν ἐποιήσατο, καὶ διασαφοῦντος τὴν τοῦ βασιλέως εἰς αὑτὸν προθυμίαν καὶ τὰς εἰς τὸ μέλλον ἐπαγγελίας, ἔτι μᾶλλον ὠλιγώρησαν, τοῦ μηδὲν γενέσθαι πέρας ὑπὲρ τῆς εἰρήνης.
このようにして協議を行うことが不可能となり、命令についての審議が妨げられたが、同時にこの時、ニカンドロスがアジアからメリアス湾のファララへと帰港し、王の彼らへの熱意と将来の約束を告げたため、彼らはますます和平交渉を軽視し、結局何も合意に至らなかった。
§20.10.17ὅθεν ἅμα τῷ διελθεῖν τὰς ἐν ταῖς ἀνοχαῖς ἡμέρας κατάμονος αὖθις ὁ πόλεμος ἐγεγόνει τοῖς Αἰτωλοῖς.
そのため、休戦期間が過ぎると同時に、戦争は再びアイトリア人にとって継続されることとなった。

語釈・文法注

  1. 20.10.1τοὺς περὶ Φαινέαν διασαφήσοντας — 未来分詞 `διασαφήσοντας` は目的(「〜するために」)を表し、先行する動詞 `ἐξέπεμψαν` の目的を示している。`τοὺς περὶ Φαινέαν` は「パイネアスとその一派」または「パイネアスたち」を指す慣用表現で、ここでは使節全体の主導者を意味する。
  2. 20.10.7ἑλληνοκοπεῖτε — ポリュビオス特有の稀な動詞で、「ギリシア人風に振る舞う」「ギリシアの慣習を気取る」などの意味を表す。自らを完全にローマの「信義(裁量)」に委ねていながら、なおも対等なギリシア的な外交交渉権を主張するアイトリア人を嘲笑・非難するマニウスの言葉である。
  3. 20.10.15διαδοθείσης δὲ τῆς φήμης ... ὥστʼ οὐδʼ ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο — 文頭の属格絶対 `διαδοθείσης δὲ τῆς φήμης`(噂が広まると)に続き、主節 `οὕτως ἀπεθηριώθη τὸ πλῆθος`(群衆は激昂した)があり、さらに程度・結果を表す `ὥστε` 節(`ὥστʼ οὐδʼ ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο`)が後続する。`ἀπαντᾶν`(会合に集まること)は不定詞で、`ἐπεβάλετο`(〜しようと試みる、企てる)の補語。
  4. 20.10.16τοῦ δʼ ἀδυνάτου κωλύσαντος ... τοῦ μηδὲν γενέσθαι πέρας — 複数の属格絶対句(`τοῦ δʼ ἀδυνάτου κωλύσαντος` および `τοῦ Νικάνδρου... καταπλεύσαντος... καὶ διασαφοῦντος`)が並列して原因を示し、主節の動詞 `ὠλιγώρησαν`(彼らは軽視した)にかかる。文末の `τοῦ μηδὲν γενέσθαι πέρας...` は目的または結果を表す属格不定詞句で、和平が結果的に一切成立しなかったことを表す。

この箇所を引用する

ポリュビオス, 歴史 §20.10.1-20.10.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:20.10.1-20.10.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。