Humanitext Reader

波利比奥斯 · 历史 §20.10.1-20.10.17

马尼乌斯的严苛要求与埃托利亚重开战端

第 957 段,共 1311 段 · 希腊语

内容简介

罗马将军马尼乌斯对无条件投降的埃托利亚人提出严酷要求,并威胁要囚禁其使节。埃托利亚民众闻讯后极其愤怒,又因得到国王安条克三世的援助承诺,最终放弃和谈,战争再度爆发。

§20.10.1πλὴν ταῦτα κρίναντες ἐξέπεμψαν ἅμα τῷ Λευκίῳ τοὺς περὶ Φαινέαν διασαφήσοντας τὰ δεδογμένα τῷ Μανίῳ κατὰ σπουδήν·
然而,他们做下了这一决定后,便派斐涅亚斯及其随从与卢基乌斯同行,火速前往向马尼乌斯说明他们的决定。
§20.10.2οἳ καὶ συμμίξαντες τῷ στρατηγῷ καὶ πάλιν ὁμοίως δικαιολογηθέντες ὑπὲρ αὑτῶν, ἐπὶ καταστροφῆς εἶπαν διότι κέκριται τοῖς Αἰτωλοῖς σφᾶς αὐτοὺς ἐγχειρίζειν εἰς τὴν Ῥωμαίων πίστιν.
他们与将军会面后,再次以同样的方式为自己辩护,但在最后,他们声明埃托利亚人已决定将自己交付给罗马人的信义。
§20.10.3ὁ δὲ Μάνιος μεταλαβών "οὐκοῦν οὕτως ἔχει ταῦτα," φησίν," §20.10.4ὦ ἄνδρες Αἰτωλοί;
马尼乌斯接过话说:“那么,事情就是这样了,埃托利亚人诸君?
"τῶν δὲ κατανευσάντων, "τοιγαροῦν πρῶτον μὲν δεήσει μηδένα διαβαίνειν ὑμῶν εἰς τὴν Ἀσίαν, μήτε κατʼ ἰδίαν μήτε μετὰ κοινοῦ δόγματος, §20.10.5δεύτερον Δικαίαρχον ἔκδοτον δοῦναι καὶ Μενέστρατον τὸν Ἠπειρώτην," ὃς ἐτύγχανε τότε παραβεβοηθηκὼς εἰς Ναύπακτον, "σὺν δὲ τούτοις Ἀμύνανδρον τὸν βασιλέα καὶ τῶν Ἀθαμάνων τοὺς ἅμα τούτῳ συναποχωρήσαντας πρὸς αὐτούς.
”在他们点头表示赞同后,他继续说道:“那么,首先,你们中任何人不得渡海前往亚洲,无论是个人名义还是通过公共决议;其次,你们必须移交迪凯阿尔科斯和表决支持他们的伊庇鲁斯人梅内斯特拉托斯,”后者当时碰巧正率领援军驻扎在纳夫帕克托斯,“此外,还有阿米南德罗斯国王,以及与他一同投奔你们的阿塔马尼亚人。
§20.10.6"ὁ δὲ Φαινέας μεσολαβήσας "ἀλλʼ οὔτε δίκαιον," ἔφησεν, "οὔθʼ Ἑλληνικόν ἐστιν, ὦ στρατηγέ, τὸ παρακαλούμενον. "
” 斐涅亚斯打断他说:“但是,将军,您的要求既不公正,也不符合希腊人的习俗。
§20.10.7ὁ δὲ Μάνιος οὐχ οὕτως ὀργισθεὶς ὡς βουλόμενος εἰς ἔννοιαν αὐτοὺς ἀγαγεῖν τῆς περιστάσεως καὶ καταπλήξασθαι τοῖς ὅλοις, "ἔτι γὰρ ὑμεῖς ἑλληνοκοπεῖτε" φησὶ "καὶ περὶ τοῦ πρέποντος καὶ καθήκοντος ποιεῖσθε λόγον, δεδωκότες ἑαυτοὺς εἰς τὴν πίστιν;
” 马尼乌斯倒不是因为愤怒,而是为了让他们认清自己所处的境地并彻底震慑他们,便回答道:“你们在将自己托付给我们的信义之后,居然还在那里满口希腊做派,谈论什么体面和职责吗?
οὓς ἐγὼ δήσας εἰς τὴν ἅλυσιν ἀπάξω πάντας, ἂν τοῦτʼ ἐμοὶ δόξῃ.
如果我觉得合适,我会用锁链把你们全部绑起来带走。
§20.10.8"ταῦτα λέγων φέρειν ἅλυσιν ἐκέλευσε καὶ σκύλακα σιδηροῦν ἑκάστῳ περιθεῖναι περὶ τὸν τράχηλον.
” 一边说着,他一边命令拿来铁链,给他们每个人的脖子上戴上铁颈圈。
§20.10.9οἱ μὲν οὖν περὶ τὸν Φαινέαν ἔκθαμβοι γεγονότες ἕστασαν ἄφωνοι πάντες, οἱονεὶ παραλελυμένοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς διὰ τὸ παράδοξον τῶν ἀπαντωμένων·
于是,斐涅亚斯和他的随从们极度震惊,全都哑口无言地伫立在那里,由于这出乎意料的遭遇,他们的身体和心灵仿佛都瘫痪了。
§20.10.10ὁ δὲ Λεύκιος καί τινες ἕτεροι τῶν συμπαρόντων χιλιάρχων ἐδέοντο τοῦ Μανίου μηδὲν βουλεύσασθαι δυσχερὲς ὑπὲρ τῶν παρόντων ἀνδρῶν, ἐπεὶ τυγχάνουσιν ὄντες πρεσβευταί.
但是,卢基乌斯和在场的其他几位军团司令官请求马尼乌斯,不要对眼前的这些人做出任何严酷的决定,因为他们是使节。
τοῦ δὲ συγχωρήσαντος ἤρξατο λέγειν ὁ Φαινέας· §20.10.11ἔφη γὰρ αὑτὸν καὶ τοὺς ἀποκλήτους ποιήσειν τὰ προσταττόμενα, προσδεῖσθαι δὲ καὶ τῶν πολλῶν, εἰ μέλλει κυρωθῆναι τὰ παραγγελλόμενα.
在马尼乌斯同意后,斐涅亚斯开始发言;他说,他自己和秘密评议会成员们将执行所命令的事情,但若要使这些命令得到确认,还需要得到广大公民的同意。
§20.10.12τοῦ δὲ Μανίου φήσαντος αὐτὸν ὀρθῶς λέγειν, ἠξίου πάλιν ἀνοχὰς αὑτοῖς δοθῆναι δεχημέρους.
在马尼乌斯表示他说得对之后,他再次请求给他们十天的休战期。
συγχωρηθέντος δὲ καὶ τούτου, τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν·
这一请求也得到了准许,当时他们便在这些条款下各自散去。
§20.10.13παραγενόμενοι δʼ εἰς τὴν Ὑπάταν διεσάφουν τοῖς ἀποκλήτοις τὰ γεγονότα καὶ τοὺς ῥηθέντας λόγους.
他们回到希帕塔后,向秘密评议会详细说明了所发生的事情和所说的话。
ὧν ἀκούσαντες τότε πρῶτον ἔννοιαν ἔλαβον Αἰτωλοὶ τῆς αὑτῶν ἀγνοίας καὶ τῆς ἐπιφερομένης αὐτοῖς ἀνάγκης.
听到这些后,埃托利亚人这才第一次意识到自己的无知,以及强加在他们身上的严酷现实。
§20.10.14διὸ γράφειν ἔδοξεν εἰς τὰς πόλεις καὶ συγκαλεῖν τοὺς Αἰτωλοὺς χάριν τοῦ βουλεύσασθαι περὶ τῶν προσταττομένων.
因此,他们决定写信给各城市并召集埃托利亚人,以便就这些命令进行磋商。
§20.10.15διαδοθείσης δὲ τῆς φήμης ὑπὲρ τῶν ἀπηντημένων τοῖς περὶ τὸν Φαινέαν, οὕτως ἀπεθηριώθη τὸ πλῆθος ὥστʼ οὐδʼ ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο πρὸς τὸ διαβούλιον.
然而,关于斐涅亚斯及其随从遭遇的传闻传开后,群众变得极其愤怒,以至于根本没有人试图前来参加商议。
§20.10.16τοῦ δʼ ἀδυνάτου κωλύσαντος βουλεύσασθαι περὶ τῶν ἐπιταττομένων, ἅμα δὲ καὶ τοῦ Νικάνδρου κατὰ τὸν καιρὸν τοῦτον καταπλεύσαντος ἐκ τῆς Ἀσίας εἰς τὰ Φάλαρα τοῦ κόλπου τοῦ Μηλιέως, ὅθεν καὶ τὴν ὁρμὴν ἐποιήσατο, καὶ διασαφοῦντος τὴν τοῦ βασιλέως εἰς αὑτὸν προθυμίαν καὶ τὰς εἰς τὸ μέλλον ἐπαγγελίας, ἔτι μᾶλλον ὠλιγώρησαν, τοῦ μηδὲν γενέσθαι πέρας ὑπὲρ τῆς εἰρήνης.
无法召集会议阻碍了他们对命令的商议,而恰在此时,尼坎德罗斯从亚洲航行回到米利斯湾的法拉拉,并报告了国王对他们的热忱以及对未来的承诺,这使他们更加轻视和平,导致和谈没有达成任何结果。
§20.10.17ὅθεν ἅμα τῷ διελθεῖν τὰς ἐν ταῖς ἀνοχαῖς ἡμέρας κατάμονος αὖθις ὁ πόλεμος ἐγεγόνει τοῖς Αἰτωλοῖς.
因此,随着休战期的结束,战争对埃托利亚人而言再度开始并继续下去。

词汇与语法注释

  1. 20.10.1τοὺς περὶ Φαινέαν διασαφήσοντας — 将来时分词 `διασαφήσοντας` 表示目的(“为了说明”),修饰动词 `ἐξέπεμψαν` 的宾语。短语 `τοὺς περὶ Φαινέαν` 是惯用表达,意为“斐涅亚斯及其随从”,在此处指代整个使节团的首领。
  2. 20.10.7ἑλληνοκοπεῖτε — 这是一个波里比阿特有的罕见动词,意为“效仿希腊人”或“摆出希腊做派”。马尼乌斯以此嘲讽并指责埃托利亚人,因为他们明明已经毫无保留地将自己托付给罗马的“信义”(降伏),却还在试图按照希腊外交惯例进行平等的讨价还价。
  3. 20.10.15διαδοθείσης δὲ τῆς φήμης ... ὥστʼ οὐδʼ ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο — 句首为属格绝对结构 `διαδοθείσης δὲ τῆς φήμης`(随着传闻传开),主句为 `οὕτως ἀπεθηριώθη τὸ πλῆθος`(群众变得极其愤怒),后接表示结果的 `ὥστε` 从句(`ὥστʼ οὐδʼ ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο`)。不定式 `ἀπαντᾶν`(出席会议)做动词 `ἐπεβάλετο`(试图、企图)的宾语。
  4. 20.10.16τοῦ δʼ ἀδυνάτου κωλύσαντος ... τοῦ μηδὲν γενέσθαι πέρας — 多个属格绝对结构(`τοῦ δʼ ἀδυνάτου κωλύσαντος` 以及 `τοῦ Νικάνδρου... καταπλεύσαντος... καὶ διασαφοῦντος`)并列表示原因,修饰主句动词 `ὠλιγώρησαν`(他们轻视了)。句末的带冠词属格不定式短语 `τοῦ μηδὲν γενέσθαι πέρας...` 表示结果,指和平谈判最终未能达成任何协议。

引用这一段

波利比奥斯, 历史 §20.10.1-20.10.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:20.10.1-20.10.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。